Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενον1 ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδόντα τοὺς σωροὺς κειμένους παρ᾽ ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.
1 διερχόμενον and ἰδόντα F.C.B. from the Life of Lycurgus, chap. viii. (which has ὁρῶντα): διέρχομενος and ἰδὼν (or μειδιάσαντα might be changed to μειδιάσας).