previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς Ἀνθηδών, περὶ ἧς Πυθιὰς εἶπε
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος;τὴν Καλαύρειαν 1 Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην 2 καὶ Ὑπέρην αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δ᾽ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί,
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες
ταῦτα μὲν Ἀριστοτέλης. 3 δὲ Μνασιγείτων φησὶν Ὑπέρης ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴνὙπέρην κατὰ ζήτησιν αὐτοῦ πλανωμένην εἰς Φερὰς πρὸς Ἄκαστον 4 ἐλθεῖν, ὅπου κατὰ τύχην Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ
πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: