previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὰ τί παρὰ Κῴοις τοῦ Ἡρακλέους ἱερεὺς; ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας;Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν νεῶν διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισῴσας τὰ ὅπλα καὶ τοὺς ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος: δ᾽ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δ᾽ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν. ἐν λέγεται τῷ πλήθει καταπονούμενος Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Ἀλκιόπου, ἀνέλαβε στολὴν ἀνθίνην. 1 διὸ θύει μὲν ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Frank Cole Babbitt, 1936)
load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: