Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν Ἀλεξάνδρου ψυχὴν ἀνεκαλέσατο δαίμων, εἷς ἂν νόμος ἅπαντας ἀνθρώπους ἐπέβλεπε καὶ πρὸς ἓν δίκαιον ὡς πρὸς κοινὸν διῳκοῦντο 1 φῶς. νῦν δὲ τῆς γῆς ἀνήλιον μέρος ἔμεινεν, ὅσον Ἀλέξανδρον οὐκ εἶδεν.
οὐκοῦν πρώτη μὲν ἡ τῆς στρατείας ὑπόθεσις φιλόσοφον τὸν ἄνδρα συνίστησιν, οὐχ ἑαυτῷ τρυφὴν καὶ πολυτέλειαν ἀλλὰ πᾶσιν ἀνθρώποις ὁμόνοιαν καὶ εἰρήνην καὶ κοινωνίαν πρὸς ἀλλήλους παρασκευάσαι διανοηθέντα. δεύτερον δ᾽ αὐτοῦ καὶ τὰς φωνὰς ἴδωμεν, ἐπεὶ καὶ τὰ τῶν ἄλλων ἤθη βασιλέων καὶ δυναστῶν μάλιστα ταῖς φωναῖς αἱ ψυχαὶ προβάλλουσιν. Ἀντίγονος ὁ γέρων, σοφιστοῦ τινος αὐτῷ σύγγραμμα προσδόντος περὶ δικαιοσύνης, ‘ἀβέλτερος ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.