Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πάντως’ εἶπεν ‘ἄρα φαύλως ἔχει τὰ Περσῶν, οὐδέ τις ἐρεῖ παντάπασι κακοὺς ἡμᾶς οὐδ᾽ ἀνάνδρους ὑπὸ τοιούτου κρατηθέντας. ἐγὼ δ᾽ εὐτυχίαν μὲν εὔχομαι καὶ κράτος πολέμου παρὰ θεῶν, ἵν᾽ εὖ ποιῶν Ἀλέξανδρον ὑπερβάλωμαι: καί μέ τις ἔχει φιλοτιμία καὶ ζῆλος ἡμερώτερον αὐτοῦ φανῆναι: εἰ [p. 439] δ᾽ οἴχεται τὰ ἐμά, Ζεῦ πατρῷε Περσῶν καὶ βασίλειοι θεοί, μηδεὶς εἰς τὸν Κύρου θρόνον ἄλλος ἢ Ἀλέξανδρος καθίσειε’ τοῦτ᾽ εἰσποίησις ἦν Ἀλεξάνδρου διὰ θεῶν μαρτύρων.
οὕτω νικῶσιν ἀρετῇ. Πρόσγραψον, εἰ βούλει,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.