previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν. [p. 42] οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις: τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον παράσημον εἶναι τῆς πόλεως: ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ καλούμενον Ἀστέριον παρ᾽ αὐτοῖς: μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ταῦτ᾽ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος, 1 ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν δημιουργός, εἴθ᾽ Ὁμήρου 2 λέγοντος ἀκηκοώς
ἠέλιος δ᾽ ἀπόρουσε 3 λιπὼν, περικαλλέα λίμνην:
εἴτ᾽ Αἰγυπτίους ἑωρακὼς ἀρχὴς 4 ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας ἐγὼποῦ σὺ πάλινεἶπον χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων 5 τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους; 6 μὲν γὰρ Πλάτων 7 καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν [p. 43] Ἐμπεδοκλέους 8 καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν 9 ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις
ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι 10 προσώποις
αὐτοὶ δὲ γηγενὲς ζῷον φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ὕδρων ἐγγράφοντες. ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν 11 πάρεργα παρέργως ἐξετάσωμεν. ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν. ὥσπερ οὖν τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ἥλιος καὶ τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθ᾽ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλ᾽ ἕνα νομίζεινκαὶ Σαραπίωνσὺ γάρεἶπενοὐχ οὕτω νομίζεις ἀλλ᾽ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;’ ‘ἔγωγ᾽εἶπενὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλ᾽ αὕτη 12 μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, δ᾽ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: