previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα 1 καὶ πρᾶγμα περιβόητον πεποίηκε. μισογύνου γὰρ 2 Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀπθδείκνύθυσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε 3 τὴν ἄνθρωπον ἀναπαυομένῳ δ᾽, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν [p. 53] θεὸν εἴ τις εἴη παραίτησις λύσις: ἔλαβε δὲ τόνδε τὸν χρησμὸν
ἅπαντα τἀναγκαῖα 4 συγχωρεῖ θεός
οὐ μὴν ἀλλὰ δοὺς ἄν 5 τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθ᾽ ἡμᾶς, μᾶλλον διαπορήσει 6 περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν 7 μέτροις ποτὲ δ᾽ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. ἔστι δ᾽ οὐδέτερον, παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν, καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: