previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ ταῦτα μὲν παρὰ τὰς κοινὰς βιάζονται προλήψεις: ἐκεῖνα δ᾽ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες. γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον: ποιοῦσι δ᾽ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἷον στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον. γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν. ὥρα καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον. μὲν οὖν,Ξενοφάνης, διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῷ ζώσας, ‘οὐκοῦνεἶπενἐν ψυχρῷ αὐτὰς ἑψήσομεντούτοις δ᾽ : ἑποιτ̓ἄν, εἰ περιψύξει τὰ θερμότατα γεννῶσι καὶ πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: