previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι. ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν αἱ ποιότητας ἔχουσι καθ᾽ ἣν σώματα λέγονται καὶ εἰσιν, οὐχ ἑτέρας οὐσίας δέονται: τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι σώματα γὰρ οὔκ εἰσι: τὸ δ̓ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἣμισυ βλέπουσι: τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀύλους. καίτοι πῶς οἷόν τε σῶμα ποιότητος ἄνευ ποιῆσαι, ποιότητα σώματος ἄνευ μὴ νοοῦντας; γὰρ συμπλέκων σῶμα πάσῃ ποιότητι λόγος οὐδενὸς ἐᾷ μὴ σύν τινι ποιότητι σώματος ἅψασθαι τὴν διάνοιαν. τοίνυν πρὸς τὸ ἀσώματον τῆς ποιότητος μαχόμενος μάχεσθαι καὶ πρὸς τὸ ἄποιον τῆς ὕλης; ἔοικεν, θατέρου θάτερον ἀποκρίνων καὶ [p. 361] ἀμφότερα χωρίζειν ἀλλήλων. ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλ᾽ ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιὰν ἐστιν. οὐδεὶς γὰρ ἄποιον νοεῖ τὸ μηδεμιᾶς ποιότητος ἄμοιρον οὐδ᾽ ἀπαθὲς τὸ πάντα πάσχειν ἀεὶ πεφυκὸς οὐδ᾽ ἀκίνητον τὸ πάντῃ κινητόν. ἐκεῖνο δ᾽ οὐ λέλυται, κἂν ἀεὶ μετὰ ποιότητος ὕλη νοῆται, τὸ ἑτέραν αὐτὴν νοεῖσθαι καὶ διαφέρουσαν τῆς ποιότητος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: