Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρὰ τῶν θεῶν: τὸ δὲ γίγνεσθαι διὰ τῶν θεῶν ταῦτ᾽ αὐτὰ μεγάλην ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον
καὶ φρόνημα καὶ χαρὰν οἷον αὐγὴν ἐπιγελῶσαν
τοῖς ἀγαθοῖς. οἱ δ᾽ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας
τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλ᾽ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς, τὴν διάλυσιν καὶ τὴν ἀναισθησίαν, ἀποβλέπουσιν ὥσπερ εἴ τις ἐν πελάγει
καὶ χειμῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν
[p. 410] ναῦν ἔχειν κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.