This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[14]
δὲ τὸν ποτὸν συνυθλήσομεν οἷα ^ καὶ ἅττ᾽ ἐώθαμεν:
οὐ γὰρ ἄκαιρον δήπουθεν ἐν οἴνῳ φλύειν.’
‘ἐπαινῶ τοῦτο,’ ἦν δ᾽ ἐγώ, ‘ καὶ γὰρ ὅτιπερ
ὄφελός ἐσμεν τῆς ἀττικίσεως ἄκρον.’
‘εὖ λέγεις,’ ἦ δ᾽ ὃς ὁ Καλλικλῆς: ‘τὸ γὰρ ἐρεσχηλεῖν ἀλλήλους συχνάκις λάλης θηγάνη γίγνεται.’
‘ἐγὼ
δέ, ’ ἦ δ᾽ ὃς ὁ Εὔδημος — ‘κρύος γάρ ἐστιν — ἥδιον
ἂν εὐζωροτέρῳ ὑποπυκνάζοιμι: καὶ γὰρ χειμοθνής εἰμι, καὶ χλιανθεὶς ἥδιον ἂν ^ ἀκούοιμι τῶν χειρεσόφων τούτων, τοῦ τε αὐλητοῦ καὶ τῆς βαρβιτῳδοῦ.’
‘
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.