previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2]εἶτα δειπνήσομεν,’ δ᾽ ὃς Καλλικλῆς, ‘εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δ᾽ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν: καὶ ἤδη γε ἀπιτητέα. σὺ δέ, παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν: ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύ᾽ ὀβολώ. σὺ δὲ τί καὶ πράξεις, Λεξίφανες, ἥξεις ἐλινύσεις ἔτι αὐτόθι ;’ ‘κἀγώ,’ ἦν δὲ ἐγώ, ‘ τρίπαλαι λουτιῶ: οὐκ εὐπόρως τε γὰρ ἔχω καὶ τὰ ἀμφὶ τὴν τράμιν μαλακίζομαι ἐπ᾽ ἀστράβης ὀχηθείς. γὰρ ἀστραβηλάτης ἐπέσπερχεν καίτοι ἀσκωλιάζων αὐτός. ἀλλὰ καὶ ἐν αὐτῷ οὐκ ἀκμὴς ἦν τῷ ἀγρῷ κατέλαβον γὰρ τοὺς ἐργάτας λιγυρίζοντας τὴν θερινὴν ᾠδήν, τοὺς δὲ τάφον τῷ ἐμῷ πατρὶ κατασκευάζοντας. συντυμβωρυχήσας οὖν αὐτοῖς καὶ τοῖς ἀναχοῦσιν τὰ ἄνδηρα καὶ αὐτὸς ὀλίγα συγχειροπονήσας ἐκείνους μὲν διαφῆκα τοῦ τε κρύους ἕνεκα καὶ ὅτι καύματα ἦν οἶσθα δ᾽ ὡς ἐν κρύει σφοδρῷ γίνεται τὰ καύματα. ἐγὼ δὲ περιελθὼν τὰ ἀρώματα σκόροδά τε εὗρον ἐν αὐτοῖς πεφυκότα καὶ γηπαττάλους τινὰς ἀνορύξας καὶ τῶν σκανδίκων καὶ βρακάνων λαχανευσάμενος, ἔτι δὲ κάχρυς πριάμενοςοὔπω δ᾽ οἱ λειμῶνες ἀνθοσμίαι ἦσαν, [p. 298] ὡς αὐτοποδητὶ βαδίζεινἀνατεθεὶς ἐπὶ τὴν ἀστράβην ἐδάρην τὸν ὄρρον καὶ νῦν βαδίζω τε ὀδυνηρῶς καὶ ἰδίω θαμὰ καὶ μαλακιῶ τὸ σῶμα καὶ δέομαι διανεῦσαι ἐν τῷ ὕδατι ἐπὶ πλεῖστον: χαίρω δὲ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: