previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας. διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δἰ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον. τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἀρετὴ τὴν προσηγορίαν ἔθετο. [2] μετὰ δὲ ταῦτα μὲν Ἀμφιτρύων φυγαδευθεὶς ἐκ Τίρυνθος μετῴκησεν εἰς Θήβας: δ᾽ Ἡρακλῆς τραφεὶς καὶ παιδευθεὶς καὶ μάλιστ᾽ ἐν τοῖς γυμνασίοις [p. 410] διαπονηθεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὤν πρῶτον μὲν ἠλευθέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας. [3] ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατ᾽ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον: τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεθ᾽ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως. [4] Ἐργίνου δ᾽ ἐξαιτοῦντος τὸν αἴτιον, Κρέων βασιλεύων τῶν Θηβαίων, καταπλαγεὶς τὸ βάρος τῆς ἐξουσίας, ἕτοιμος ἦν ἐκδιδόναι τὸν αἴτιον τῶν ἐγκλημάτων. δ᾽ Ἡρακλῆς πείσας τοὺς ἡλικιώτας ἐλευθεροῦν τὴν πατρίδα, κατέσπασεν ἐκ τῶν ναῶν τὰς προσηλωμένας πανοπλίας, ἃς οἱ πρόγονοι σκῦλα τοῖς θεοῖς ἦσαν ἀνατεθεικότες: οὐ γὰρ ἦν εὑρεῖν κατὰ τὴν πόλιν ἰδιωτικὸν ὅπλον διὰ τὸ τοὺς Μινύας παρωπλικέναι τὴν πόλιν, ἵνα μηδεμίαν λαμβάνωσιν οἱ κατὰ τὰς Θήβας ἀποστάσεως ἔννοιαν. [5] δ᾽ Ἡρακλῆς πυθόμενος Ἐργῖνον τὸν βασιλέα τῶν Μινυῶν προσάγειν τῇ πόλει μετὰ στρατιωτῶν, ἀπαντήσας αὐτῷ κατά τινα στενοχωρίαν, καὶ τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἄχρηστον ποιήσας, αὐτόν τε τὸν Ἐργῖνον ἀνεῖλε καὶ τοὺς μετ᾽ αὐτοῦ σχεδὸν ἅπαντας ἀπέκτεινεν. [p. 411] ἄφνω δὲ προσπεσὼν τῇ πόλει τῶν Ὀρχομενίων καὶ παρεισπεσὼν ἐντὸς τῶν πυλῶν τά τε βασίλεια τῶν Μινυῶν ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε. [6] περιβοήτου δὲ τῆς πράξεως γενομένης καθ᾽ ὅλην τὴν Ἑλλάδα καὶ πάντων θαυμαζόντων τὸ παράδοξον, μὲν βασιλεὺς Κρέων θαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε θυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καθάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσθεὺς δ᾽ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄθλους. [7] οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσθεῖ, Ἡρακλῆς δὲ παρελθὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν θεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς θεοῖς δέδοκται δώδεκα ἄθλους τελέσαι προστάττοντος Εὐρυσθέως, καὶ τοῦτο πράξαντα τεύξεσθαι τῆς ἀθανασίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: