Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ τοῦ εἶναι τὸν στρατηγὸν εὔθυμον ἐν
ταῖς δυσπραγίαις
Ὅτ̓ ἂν δέ τις ἐμπέσῃ δυσθυμία στρατεύμασι
καὶ φόβος ἢ συμμαχίας τοῖς πολεμίοις ἀφιγμένης
ἢ προτερήματός σφισι γεγονότος, ὁ στρατηγὸς
τότε δὴ μάλιστα τοῖς στρατιώταις ἱλαρὸς καὶ
γεγηθὼς καὶ ἀκατάπληκτος φαινέσθω.