Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἐπεὶ δ᾽ ἔπαυσ᾽ εἰλαπίνας
θεοῖς βροτείῳ τε γένει,
Ζεὺς μειλίσσων στυγίους
1340ματρὸς ὀργὰς ἐνέπει:
βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τᾷ περὶ παρθένῳ
Δηοῖ θυμωσαμένᾳ
λύπαν ἐξαλλάξατ᾽ ἀλαλᾷ,
1345Μοῦσαί θ᾽ ὕμνοισι χορῶν.
χαλκοῦ δ᾽ αὐδὰν χθονίαν
τύπανά τ᾽ ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά
ρων Κύπρις: γέλασέν τε θεὰ
1350δέξατό τ᾽ ἐς χέρας
βαρύβρομον αὐλὸν
τερφθεῖσ᾽ ἀλαλαγμῷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.