previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17. τῶν δ᾽ ἐν τῇ πόλει Κικέρων μέγιστον δυνάμενος, καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας Ἀντώνιον ἐκ τῆς Ἰταλίας. οὗτοι δὲ ἦσαν ὕπατοι τότε: καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δὲ ἀπέθανον. [2] φεύγοντι δὲ Ἀντωνίῳ πολλὰ συνέπιπτε τῶν ἀπόρων, δὲ λιμὸς ἀπορώτατον. ἀλλὰ φύσει παρὰ τὰς κακοπραγίας ἐγίνετο βέλτιστος ἑαυτοῦ καὶ δυστυχῶν ὁμοιότατος ἦν ἀγαθῷ, κοινοῦ μὲν ὄντος τοῦ αἰσθάνεσθαι τῆς ἀρετῆς τοῖς δἰ ἀπορίαν τινὰ σφαλλομένοις, οὐ μὴν ἁπάντων ζηλοῦσι μιμεῖσθαι καὶ φεύγειν δυσχεραίνουσιν ἐρρωμένων ἐν ταῖς μεταβολαῖς, ἀλλὰ καὶ μᾶλλον ἐνίων τοῖς ἔθεσιν ἐνδιδόντων ὑπὸ ἀσθενείας καὶ θραυομένων τὸν λογισμόν. [3] δ᾽ οὖν Ἀντώνιος τότε θαυμαστὸν ἦν παράδειγμα τοῖς στρατιώταις, ἀπὸ τρυφῆς τοσαύτης καὶ πολυτελείας ὕδωρ τε πίνων διεφθαρμένον εὐκόλως, καὶ καρποὺς ἀγρίους καὶ ῥίζας προσφερόμενος. ἐβρώθη δὲ καὶ φλοιός, ὡς λέγεται, καὶ ζῴων ἀγεύστων πρότερον ἥψαντο τὰς Ἄλπεις ὑπερβάλλοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: