This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
ἀλλὰ περὶ τῶν ἔναγχος τὸν κλῆρον καταλιπόντων προσήκειν ἡμῖν τοὺς λόγους ποιεῖσθαι. Θράσυλλος μὲν γάρ, οὕσπερ ἠβούλετο, τούτους κυρίους τῶν αὑτοῦ κατέλιπεν: δίκαιον δὲ καὶ Θρασυλόχῳ ταὐτὰ ταῦτ᾽ ἀποδοθῆναι παρ᾽ ὑμῶν, καὶ γενέσθαι διαδόχους τῆς κληρονομίας μὴ ταύτην, ἀλλ᾽ οἷς ἐκεῖνος διέθετο: οὐ μέντ᾽ ἄν μοι δοκῶ φυγεῖν οὐδὲ τὴν Θρασύλλου γνώμην.