previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐριπίδης

830οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

Διόνυσος

Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.

Εὐριπίδης

ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

Διόνυσος

835 δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.

Εὐριπίδης

ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
ἔχοντ᾽ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
ἀπεριλάλητον κομποφακελορρήμονα.

Αἰσχύλος

840ἄληθες παῖ τῆς ἀρουραίας θεοῦ;
σὺ δή με ταῦτ᾽ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
ἀλλ᾽ οὔ τι χαίρων αὔτ᾽ ἐρεῖς.

Διόνυσος
παῦ᾽ Αἰσχύλε,
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

Αἰσχύλος

845οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.

Διόνυσος

ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε:
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

Αἰσχύλος

Κρητικὰς μὲν συλλέγων μονῳδίας,
850γάμους δ᾽ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.

Διόνυσος

ἐπίσχες οὗτος πολυτίμητ᾽ Αἰσχύλε.
ἀπὸ τῶν χαλαζῶν δ᾽ πόνηρ᾽ Εὐριπίδη
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855θενὼν ὑπ᾽ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον:
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ᾽ ἀλλὰ πρᾳόνως
ἔλεγχ᾽ ἐλέγχου: λοιδορεῖσθαι δ᾽ οὐ πρέπει
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
σὺ δ᾽ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: