previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

17.

τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μικίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον χιλίαρχοι τρεῖς, Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος καὶ Αὖλος Μαμίλος. τούτων δὲ τὰς ἀρχὰς λαβόντων οἱ τὸν Ὠρωπὸν οἰκοῦντες πρὸς ἀλλήλους στασιάσαντες ἐφυγάδευσαν τῶν πολιτῶν τινας. [2] οἱ δὲ φυγάδες μέχρι μέν τινος δι᾽ ἑαυτῶν ἐπεβάλοντο κατελθεῖν, οὐ δυνάμενοι δὲ τὴν προαίρεσιν ἐπὶ τέλος ἀγαγεῖν, ἔπεισαν τοὺς Θηβαίους ἑαυτοῖς συναποστεῖλαι δύναμιν. [3] Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς θαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καθ᾽ αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο. [4]

τούτων δὲ πραττομένων Λακεδαιμόνιοι καὶ ἄλλα μὲν πλείονα τοῖς Ἠλείοις ἐνεκάλουν, μάλιστα δ᾽ ὅτι Ἆγιν αὐτῶν τὸν βασιλέα διεκώλυσαν τῷ θεῷ θῦσαι καὶ διότι τοῖς Ὀλυμπίοις Λακεδαιμονίους οὐκ εἴασαν ἀγωνίσασθαι. [5] διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀθηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπῄτουν. [6] ταῦτα δ᾽ ἔπραττον προφάσεις αὑτοῖς εὐλόγους καὶ πιθανὰς ἀρχὰς ζητοῦντες πολέμου. οὐ προσεχόντων δὲ τῶν Ἠλείων, ἀλλὰ καὶ προσεγκαλούντων ὅτι τοὺς Ἕλληνας καταδουλοῦνται, τὸν ἕτερον τῶν βασιλέων Παυσανίαν ἐπ᾽ αὐτοὺς ἀπέστειλαν μετὰ στρατιωτῶν τετρακισχιλίων. [7] συνηκολούθουν δ᾽ αὐτῷ πολλοὶ στρατιῶται καὶ παρὰ τῶν συμμάχων σχεδὸν ἁπάντων πλὴν Βοιωτῶν καὶ Κορινθίων: οὗτοι δὲ δυσχεραίνοντες τοῖς ὑπὸ Λακεδαιμονίων πραττομένοις οὐ μετέσχον τῆς ἐπὶ τὴν Ἦλιν στρατείας. [8] δ᾽ οὖν Παυσανίας κατ᾽ ἔφοδον τῆς Ἀρκαδίας ἐμβαλὼν εἰς τὴν Ἦλιν Λασίωνα μὲν φρούριον εὐθὺς εἷλεν ἐξ ἐφόδου, μετὰ δὲ ταῦτα διὰ τῆς Ἀκρωρείας ἀγαγὼν τὸ στρατόπεδον τέτταρας πόλεις προσηγάγετο, Θραῖστον, Ἅλιον, Ἐπιτάλιον, Ὀποῦντα. [9] ἐκεῖθεν δὲ τῇ Πύλῳ προσστρατοπεδεύσας εὐθὺς καὶ τοῦτο τὸ χωρίον παρέλαβεν, ἀπέχον τῆς Ἤλιδος σταδίους ὡς ἑβδομήκοντα. μετὰ δὲ ταῦτ᾽ ἐπ᾽ αὐτὴν πορευθεὶς τὴν Ἦλιν ἐπὶ τῶν πέραν τοῦ ποταμοῦ λόφων κατεστρατοπέδευσεν. Ἠλεῖοι δὲ μικρὸν ἔμπροσθεν ἦσαν παρ᾽ Αἰτωλῶν εἰληφότες συμμάχους ἐπιλέκτους ἄνδρας χιλίους, οἷς τὸν περὶ τὸ γυμνάσιον τόπον δεδώκεισαν φυλάττειν. [10] τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτ᾽ ἂν τολμησάντων Ἠλείων ἐπεξελθεῖν, ἐξαίφνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυθέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον. [11] δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθ᾽ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν. [12] ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: