previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37.

περὶ δὲ τὸν αὐτὸν χρόνον τῶν ἐστρατευμένων μετὰ Κύρου καὶ διασωθέντων εἰς τὴν Ἑλλάδα τινὲς μὲν εἰς τὰς ἰδίας πατρίδας ἀπηλλάγησαν, οἱ δὲ πλεῖστοι στρατιωτικὸν εἰθισμένοι ζῆν βίον, καὶ σχεδὸν ὄντες πεντακισχίλιοι, στρατηγὸν αὑτῶν εἵλαντο Ξενοφῶντα. [2] ὃς ἀναλαβὼν τὴν δύναμιν ὥρμησε πολεμήσων Θρᾷκας τοὺς περὶ τὸν Σαλμυδησσὸν οἰκοῦντας: οὗτος δ᾽ ἔστι μὲν ἐπ᾽ ἀριστερᾷ τοῦ Πόντου, παρεκτείνων δ᾽ ἐπὶ πολὺ πλεῖστα ποιεῖ ναυάγια. [3] οἱ μὲν οὖν Θρᾷκες εἰώθεισαν περὶ τούτους τοὺς τόπους ἐφεδρεύοντες τοὺς ἐκπίπτοντας τῶν ἐμπόρων αἰχμαλωτίζειν: δὲ Ξενοφῶν μετὰ τῶν συνηθροισμένων στρατιωτῶν ἐμβαλὼν αὐτῶν εἰς τὴν χώραν μάχῃ τε ἐνίκησε καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησεν: [4] μετὰ δὲ ταῦτα Θίβρωνος αὐτοὺς μεταπεμπομένου καὶ μισθοὺς ἐπαγγελλομένου δώσειν, πρὸς ἐκεῖνον ἀπεχώρησαν καὶ μετὰ Λακεδαιμονίων ἐπολέμουν τοῖς Πέρσαις. [5]

τούτων δὲ πραττομένων Διονύσιος μὲν ἐν τῇ Σικελίᾳ πόλιν ἔκτισεν ὑπ᾽ αὐτὸν τὸν τῆς Αἴτνης λόφον, καὶ ἀπό τινος ἐπιφανοῦς ἱεροῦ προσηγόρευσεν αὐτὴν Ἄδρανον. [6] κατὰ δὲ τὴν Μακεδονίαν Ἀρχέλαος βασιλεὺς ἔν τινι κυνηγίῳ πληγεὶς ἀκουσίως ὑπὸ Κρατεροῦ τοῦ ἐρωμένου τὸν βίον μετήλλαξε, βασιλεύσας ἔτη ἑπτά: τὴν δ᾽ ἀρχὴν διεδέξατο Ὀρέστης παῖς ὤν, ὃν ἀνελὼν Ἀέροπος ἐπίτροπος ὢν κατέσχε τὴν βασιλείαν ἔτη ἕξ. [7] Ἀθήνησι δὲ Σωκράτης φιλόσοφος ὑπ᾽ Ἀνύτου καὶ Μελήτου κατηγορηθεὶς ἐπ᾽ ἀσεβείᾳ καὶ φθορᾷ τῶν νέων, θανάτῳ κατεδικάσθη καὶ πιὼν κώνειον ἐτελεύτησεν. ἀδίκου δὲ τῆς κατηγορίας γεγενημένης δῆμος μετεμελήθη, τηλικοῦτον ἄνδρα θεωρῶν ἀνῃρημένον: διόπερ τοὺς κατηγορήσαντας δι᾽ ὀργῆς εἶχε καὶ τέλος ἀκρίτους ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: