previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

94.

ἐπεὶ δ᾽ ἐνιαύσιος διεληλύθει χρόνος, Ἀθήνησι μὲν ἦρχε Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον ἓξ χιλίαρχοι, Πόπλιος καὶ Κορνήλιος, Καίσων Φάβιος, Λεύκιος Φούριος, Κόιντος Σερουίλιος, Μάρκος Οὐαλέριος: ἤχθη δὲ καὶ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἐνενήκοντα, καθ᾽ ἣν ἐνίκα Τερίρης. [2] κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Θρασύβουλον ἐξέπεμψαν μετὰ τριήρων τετταράκοντα. οὗτος δὲ πλεύσας εἰς Ἰωνίαν καὶ χρήματα λαβὼν παρὰ τῶν συμμάχων ἀνέζευξε, καὶ διατρίβων περὶ Χερρόνησον Μήδοκον καὶ Σεύθην τοὺς τῶν Θρᾳκῶν βασιλεῖς συμμάχους ἐποιήσατο. [3] μετὰ δέ τινα χρόνον ἐξ Ἑλλησπόντου πλεύσας εἰς Λέσβον, ἐν τῷ παρὰ τὴν Ἔρεσον αἰγιαλῷ καθώρμει. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων εἴκοσι μὲν καὶ τρεῖς τριήρεις διεφθάρησαν: μετὰ δὲ τῶν λοιπῶν διασωθεὶς ἐπῄει τὰς κατὰ τὴν Λέσβον πόλεις προσαγόμενος: ἀφειστήκεισαν γὰρ πᾶσαι πλὴν Μιτυλήνης. [4] καὶ πρῶτον μὲν ἐπὶ Μέθυμναν παραγενόμενος ἐπισυνῆψε μάχην τοῖς ἐκ τῆς πόλεως, ὧν ἦρχε Θηρίμαχος Σπαρτιάτης. ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Θηρίμαχον ἀνεῖλε καὶ τῶν Μεθυμναίων οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς συνέκλεισεν ἐντὸς τῶν τειχῶν, καὶ τὴν μὲν τῶν Μεθυμναίων χώραν ἔφθειρε, τὴν δ᾽ Ἔρεσον καὶ τὴν Ἄντισσαν καθ᾽ ὁμολογίαν παρέλαβεν. μετὰ δὲ ταῦτα παρά τε Χίων καὶ Μιτυληναίων συμμάχων ἀθροίσας ναῦς ἔπλευσεν ἐπὶ Ῥόδον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: