previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ Πριάπου καὶ τῶν μυθολογουμένων περὶ αὐτοῦ νῦν διέξιμεν, οἰκεῖον ὁρῶντες τὸν περὶ τούτου λόγον ταῖς Διονυσιακαῖς ἱστορίαις. μυθολογοῦσιν οὖν οἱ παλαιοὶ τὸν Πρίαπον υἱὸν μὲν εἶναι Διονύσου καὶ Ἀφροδίτης, πιθανῶς τὴν γένεσιν ταύτην ἐξηγούμενοι: τοὺς γὰρ οἰνωθέντας φυσικῶς ἐντετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. [2] τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυθωδῶς ὀνομάζειν βουλομένους Πρίαπον προσαγορεῦσαι. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον, αἴτιον ὑπάρχον τῆς γενέσεως τῶν ἀνθρώπων καὶ διαμονῆς εἰς ἅπαντα τὸν αἰῶνα, τυχεῖν τῆς ἀθανάτου τιμῆς. [3] οἱ δ᾽ Αἰγύπτιοι περὶ τοῦ Πριάπου μυθολογοῦντές φασι τὸ παλαιὸν τοὺς Τιτᾶνας ἐπιβουλεύσαντας Ὀσίριδι τοῦτον μὲν ἀνελεῖν, τὸ δὲ σῶμα αὐτοῦ διελόντας εἰς ἴσας μερίδας ἑαυτοῖς καὶ λαβόντας ἀπενεγκεῖν ἐκ τῆς οἰκείας λαθραίως, μόνον δὲ τὸ αἰδοῖον εἰς τὸν ποταμὸν ῥῖψαι διὰ τὸ μηδένα βούλεσθαι τοῦτο [p. 403] ἀνελέσθαι. τὴν δὲ Ἶσιν τὸν φόνον τοῦ ἀνδρὸς ἀναζητοῦσαν, καὶ τοὺς μὲν Τιτᾶνας ἀνελοῦσαν, τὰ δὲ τοῦ σώματος μέρη περιπλάσασαν εἰς ἀνθρώπου τύπον, ταῦτα μὲν δοῦναι θάψαι τοῖς ἱερεῦσι καὶ τιμᾶν προστάξαι ὡς θεὸν τὸν Ὄσιριν, τὸ δὲ αἰδοῖον μόνον οὐ δυναμένην ἀνευρεῖν καταδεῖξαι τιμᾶν ὡς θεὸν καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. περὶ μὲν οὖν τῆς γενέσεως τοῦ Πριάπου καὶ τῆς τιμῆς τοιαῦτα μυθολογεῖται παρὰ τοῖς παλαιοῖς τῶν Αἰγυπτίων. [4] τοῦτον δὲ τὸν θεὸν τινὲς μὲν Ἰθύφαλλον ὀνομάζουσι, τινὲς δὲ Τύχωνα. τὰς δὲ τιμὰς οὐ μόνον κατὰ πόλιν ἀπονέμουσιν αὐτῷ ἐν τοῖς ἱεροῖς, ἀλλὰ καὶ κατὰ τὰς ἀγροικίας ὀπωροφύλακα τῶν ἀμπελώνων ἀποδεικνύντες καὶ τῶν κήπων, ἔτι δὲ πρὸς τοὺς βασκαίνοντάς τι τῶν καλῶν τοῦτον κολαστὴν παρεισάγοντες. ἔν τε ταῖς τελεταῖς οὐ μόνον ταῖς Διονυσιακαῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις οὗτος θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις. [5] παραπλησίως δὲ τῷ Πριάπῳ τινὲς μυθολογοῦσι γεγενῆσθαι τὸν ὀνομαζόμενον Ἑρμαφρόδιτον, ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς ἐξ ἀμφοτέρων τῶν γονέων συντεθείσης προσηγορίας. τοῦτον δ᾽ οἱ μέν φασιν εἶναι θεὸν καὶ κατά τινας χρόνους φαίνεσθαι παρ᾽ ἀνθρώποις, καὶ γεννᾶσθαι τὴν τοῦ σώματος φύσιν ἔχοντα μεμιγμένην ἐξ ἀνδρὸς καὶ γυναικός: καὶ τὴν μὲν εὐπρέπειαν [p. 404] καὶ μαλακότητα τοῦ σώματος ἔχειν γυναικὶ παρεμφερῆ, τὸ δ᾽ ἀρρενωπὸν καὶ δραστικὸν ἀνδρὸς ἔχειν τὰ δὲ φυσικὰ μόρια συγγεννᾶσθαι τούτῳ καὶ γυναικὸς καὶ ἀνδρός: ἔνιοι δὲ τὰ τοιαῦτα γένη ταῖς φύσεσιν ἀποφαίνονται τέρατα ὑπάρχειν, καὶ γεννώμενα σπανίως προσημαντικὰ γίνεσθαι ποτὲ μὲν κακῶν ποτὲ δ᾽ ἀγαθῶν. καὶ περὶ μὲν τῶν τοιούτων ἅλις ἡμῖν ἐχέτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: