previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν. Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν. Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν: [p. 512] Ἀσωπὸς δ᾽ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δ᾽ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς. [2] τούτων δ᾽ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπ᾽ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἀπ᾽ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη: ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπ᾽ ἐκείνου Σύρων ὀνομασθέντων. [3] Κόρκυρα δ᾽ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπ᾽ ἐκείνης Κόρκυραν ὀνομαζομένην: ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφ᾽ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας. [4] Φαίακος δ᾽ ἐγένετο Ἀλκίνοος τὸν Ὀδυσσέα καταγαγὼν εἰς τὴν Ἰθάκην. Σαλαμὶς δ᾽ ὑπὸ Ποσειδῶνος ἁρπαγεῖσα ἐκομίσθη εἰς τὴν ἀπ᾽ αὐτῆς νῆσον Σαλαμῖνα προσαγορευθεῖσαν: αὕτη δὲ μιγεῖσα Ποσειδῶνι Κυχρέα ἐγέννησεν, ὃς βασιλεύσας τῆς νήσου ταύτης καὶ γενόμενος ἐπιφανὴς ἀπέκτεινεν ὄφιν ὑπερφυῆ τὸ μέγεθος καὶ λυμαινόμενον τοὺς ἐγχωρίους. [5] Αἴγινα δ᾽ ἐκ Φλιοῦντος ὑπὸ Διὸς ἁρπαγεῖσα εἰς νῆσον ἀπεκομίσθη τὴν ἀπ᾽ ἐκείνης Αἴγιναν ὀνομασθεῖσαν, [p. 513] ἐν ταύτῃ δὲ Διὶ μιγεῖσα ἐτέκνωσεν Αἰακόν, ὃς ἐβασίλευσε τῆς νήσου. [6] τούτου δ᾽ ἐγένοντο υἱοὶ Πηλεὺς καὶ Τελαμών. τούτων δὲ Πηλεὺς δίσκῳ βαλὼν ἀπέκτεινεν ἀκουσίως Φῶκον ὁμοπάτριον ἀδελφόν, ἐξ ἄλλης δὲ μητρὸς γεγενημένον. διὰ δὲ τὸν φόνον Πηλεὺς ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἔφυγε τῆς νῦν Θετταλίας καλουμένης εἰς Φθίαν, καὶ καθαρθεὶς ὑπὸ Ἄκτορος τοῦ βασιλέως διεδέξατο τὴν βασιλείαν, ἄπαιδος ὄντος τοῦ Ἄκτορος. ἐκ δὲ Πηλέως καὶ Θέτιδος γενόμενος Ἀχιλλεὺς ἐστράτευσε μετ᾽ Ἀγαμέμνονος εἰς Τροίαν. [7] Τελαμὼν δὲ φυγὼν ἐξ Αἰγίνης κατήντησεν εἰς Σαλαμῖνα, καὶ γήμας Κυχρέως τοῦ βασιλέως τῶν Σαλαμινίων θυγατέρα Γλαύκην ἐβασίλευσε τῆς νήσου. τῆς δὲ γυναικὸς Γλαύκης ἀποθανούσης ἔγημεν ἐξ Ἀθηνῶν Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐξ ἧς ἐγέννησεν Αἴαντα τὸν ἐπὶ Τροίαν στρατεύσαντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: