2. ἐνταῦθα ὁ Ἥφαιστος
— ἔτυχε γὰρ πλησίον που ὤν — πᾶν ὅσον, οἶμαι, πῦρ
εἶχε καὶ ὅσον ἐν τῇ Αἴτνῃ καὶ εἴ ποθι ἄλλοθι, φέρων
ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας καὶ μυρίκας,
ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις,
αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον
ξηρὸν εἴργασται. ὁρᾷς γοῦν, ὅπως διάκειμαι ὑπὸ τῶν
ἐγκαυμάτων.
[318]
Θάλασσα
θολερός, ὦ Ξάνθε, καὶ θερμός, ὡς εἰκός, τὸ
αἷμα μὲν ἀπὸ τῶν νεκρῶν, ἡ θέρμη δέ, ὡς φής, ἀπὸ
τοῦ πυρός: καὶ εἰκότως, ὦ Ξάνθε, ὃς ἐπὶ τὸν ἐμὸν υἱωνὸν
ὥρμησας οὐκ αἰδεσθεὶς ὅτι Νηρηίδος υἱὸς ἦν.
[p. 130]
Ξάνθος
οὐκ ἔδει οὖν ἐλεῆσαι γείτονας ὄντας τοὺς Φρύγας;
Θάλασσα
τὸν Ἥφαιστον δὲ οὐκ ἔδει ἐλεῆσαι Θέτιδος
υἱὸν ὄντα τὸν Ἀχιλλέα,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.