previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. ἐν δ᾽ οὖν τῷ τότε Σεπτίμιος καὶ Ἀχιλλᾶς στρατίαρχος, ἄλλοι τε μετ᾽ αὐτῶν ὄντες, ἑτοίμως ἔφασαν ἐσδέξεσθαι 1 τὸν Πομπήιον, ὅπως ὡς ῥᾷστα ἀπατηθεὶς ἁλοίη: 2 καὶ τούς τε ἐλθόντας παρ᾽ αὐτοῦ προέπεμψαν, θαρσεῖν σφας ἔνιοι κελεύσαντες, καὶ αὐτοὶ μετὰ τοῦτο ἀκατίων ἐπιβάντες προσέπλευσαν αὐτῷ, [2] καὶ τά τε ἄλλα ἐφιλοφρονήσαντο αὐτὸν καὶ ἠξίωσαν πρὸς ἑαυτοὺς μετεκβῆναι, λέγοντες μήτε τινὰ ναῦν 3 δύνασθαι ὑπὸ τοῦ μεγέθους διὰ τὰ βράχη πρὸς τὴν γῆν προσσχεῖν, 4 καὶ τὸν Πτολεμαῖον ἐν πολλῇ ἐπιθυμίᾳ εἶναι θᾶσσον αὐτὸν [3] ἰδεῖν. καὶ μὲν οὕτω, καίτοι πάντων οἱ τῶν σύμπλων ἀπαγορευόντων, πιστεύσας αὐτοῖς ... 5 τοσοῦτον μόνον εἰπών,

ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ:
[4] οἱ δὲ ἐπειδὴ ἐγγὺς τῆς γῆς ἐγένοντο, φοβηθέντες μὴ καὶ ἐντυχὼν τῷ Πτολεμαίῳ σωθῇ εἴτε ὑπ᾽ αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ καὶ ὑπὸ τῶν Αἰγυπτίων ῾καὶ γὰρ εὔνοιαν αὐτοῦ 6 μεγάλην εἶχον᾽, ἀπέκτειναν αὐτὸν πρὶν καταπλεῦσαι, μηδὲν μήτ᾽ εἰπόντα μήτ᾽ [p. 122] [5] ὀδυράμενον. ὡς γὰρ τάχιστα τῆς τε ἐπιβουλῆς ᾔσθετο, καὶ ἔγνω ὅτι οὔτ᾽ ἀμύνασθαί σφας οὔτε διαφυγεῖν δυνήσεται, συνεκαλύψατο.

1 e)sde/cesqai Dind., e)sde/casqai L.

2 a(loi/h Dind., a(lw/hi L.

3 nau=n supplied by Jacoby.

4 prossxei=n Bk., prosxei=n L.

5 At least one sord is santing here, though no lacuna is indicated in L. The scribe of L' conjectured e)ch=lqe.

6 au)tou= supplied by Reim.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: