Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Παραπλησίως δὲ γυμναζέτω καὶ τὸ ἱππικὸν
ἁμίλλας ποιούμενος καὶ διώγματα καὶ συμπλοκὰς
καὶ ἀκροβολισμοὺς ἐν τοῖς ἐπιπέδοις καὶ
περὶ αὐτὰς τὰς ῥίζας τῶν λόφων, ἐφ̓ ὅσον δυνατόν
ἐστι καὶ τῶν τραχέων ἐπιψαύειν: οὐ γὰρ οἶόν
[p. 414]
τε βιάζεσθαι πρὸς ἀνάντη καὶ κατὰ πρανοῦς ἱππάζεσθαι.
β. Περὶ προνομῶν