Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ζ ἀφιλάργυρον δέ: ἡ γὰρ ἀφιλαργυρία δοκιμασθήσεται
καὶ πρώτη: τοῦ γὰρ ἀδωροδοκήτως
καὶ μεγαλοφρόνως προΐστασθαι τῶν πραγμάτων
αὕτη παραιτία: πολλοὶ γάρ, κἂν διὰ τὴν
ἀνδρίαν ἀσπίσι πολλαῖς καὶ δόρασιν ἀντιβλέψωσιν,
περὶ τὸν χρυσὸν ἀμαυροῦνται: δεινὸν γὰρ πολεμίοις
ὅπλον τοῦτο καὶ δραστήριον εἰς τὸ νικᾶν.