Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ὥσπερ γὰρ οἱ κυβερνῆται πρὸς μὲν τὸν πλοῦν ἐκ
λιμένων ἀνάγονται πάντα ἐξηρτυμένοι τὰ κατὰ
τὴν ναῦν, ἐπειδὰν δ̓ ἐμπέσῃ χειμών, οὐχ ὃ βούλονται
ποιοῦσιν, ἀλλ̓ ὃ ἀναγκάζονται, πολλὰ καὶ
πρὸς τὸν ἀπὸ τῆς τύχης ἐπείγοντα κίνδυνον
εὐτόλμως παραβαλλόμενοι, καὶ οὐ τὴν ἀπὸ τῆς
μελέτης εἰσφερόμενοι μνήμην, ἀλλὰ τὴν ἐκ
τῶν καιρῶν βοήθειαν: οὕτως οἱ στρατηγοὶ τὴν
μὲν δύναμιν ἐκτάξουσιν, ὅπως σφίσι νομίζουσι
συνοίσειν, ἐπειδὰν δ̓ ὁ τοῦ πολέμου περιστῇ
χειμὼν πολλὰ θραύων καὶ παραλλάττων καὶ
[p. 480]
ποικίλας ἐπάγων περιστάσεις, ἡ τῶν ἀποβαινόντων
ἐν ὀφθαλμοῖς ὄψις ἐπιζητεῖ τὰς ἐκ τῶν καιρῶν
ἐπινοίας, ἃς ἡ ἀνάγκη τῆς τύχης μᾶλλον ἢ ἡ
μνήμη τῆς ἐμπειρίας ὑποβάλλει.