previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡνίκα Ἀμαλασοῦνθα τῆς Γότθοις ἀπαλλαξείουσα διατριβῆς μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, λογισαμένη Θεοδώρα ὡς εὐπατρίδης τε γυνὴ καὶ βασιλὶς εἴη, καὶ ἰδεῖν μὲν εὐπρεπὴς ἄγαν, ἐπινοεῖν δὲ τι ἂν βούλοιτο γοργὸς μάλιστα, ὕποπτον δὲ αὐτῆς ποιησαμένη τό τε μεγαλοπρεπὲς καὶ διαφερόντως ἀρρενωπὸν, ἅμα δὲ καὶ τὸ τοῦ ἀνδρὸς ἐλαφρὸν δείσασα, οὐκ ἐπὶ μικροῖς τὴν ζηλοτυπίαν ἐξήνεγκεν, ἀλλ̓ ἐνεδρεύειν τὴν γυναῖκα μέχρις ἐς θάνατον ἐν βουλῇ ἔσχεν. [2] αὐτίκα τοίνυν ἀναπείθει τὸν ἄνδρα, Πέτρον μόνον αὐτὸν ἅτε πρεσβεύσοντα ἐς Ἰταλίαν πέμψαι. [3] δὴ στελλομένῳ βασιλεὺς μὲν ἐπέστελλεν ἅπερ μοι ἐν τοῖς ἐγκαίροις δεδιήγηται λόγοις, ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς βασιλίδος ἀδύνατα ἦν. [4] αὐτὴ δὲ τοῦτο ἐπήγγελλε μόνον, ὅτι τάχιστα τὴν γυναῖκα ἐξ ἀνθρώπων ἀφανιεῖν, ἐπ̓ ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ ἐπηγγελμένα ποιοίη, [5] καταστησαμένη τὸν ἄνθρωπον. καὶ ὃς ἐν Ἰταλίᾳ γενόμενος ῾οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὀκνηρῶς ἐς ἄδικον φόνον ἰέναι, ἀρχῆς τινος ἴσως χρημάτων ἐν ἐλπίδι κειμένων μεγάλων̓ οὐκ οἶδα ἥντινα Θευδάτῳ παραίνεσιν ποιησάμενος διαχρήσασθαι τὴν Ἀμαλασοῦνθαν ἀνέπεισε. καὶ ἀπ̓ αὐτοῦ ἔς τε τὸ τοῦ μαγίστρου [p. 101] ἀξίωμα ἦλθε καὶ ἐπὶ πλεῖστον δυνάμεώς τε καὶ μάλιστα πάντων ἔχθους. [6] Τὰ μὲν οὖν κατὰ τὴν Ἀμαλασοῦνθαν ἐς τοῦτο ἐτελεύτα. [7] ἦν δέ τις Ἰουστινιανῷ ἐπιστολογράφος, Πρίσκος ὀνόματι, ἄγαν πονηρὸς μὲν καὶ Παφλαγὼν καὶ πρέπων τῷ προστάτῃ τὸν τρόπον ἀρέσκειν, λίαν δὲ πρὸς αὐτὸν εὐνοϊκῶς ἔχων καὶ πρὸς αὐτοῦ τυγχάνειν τῶν ὁμοίων οἰόμενος: διὸ δὴ καὶ χρημάτων μεγάλων ὧν κύριος ὑπῆρχεν οὐκ ἐν δίκῃ τάχιστα γέγονε. [8] τοῦτον δὴ ἅτε ὀφρυάζοντά τε καί οἱ ἀντιτείνειν πειρώμενον Θεοδώρα ἐς τὸν ἄνδρα διέβαλε. [9] καὶ τὰ μὲν πρῶτα οὐδὲν ἤνυσεν, οὐ πολλῷ δὲ ὕστερον αὐτὴ μὲν τὸν ἄνθρωπον χειμῶνος μέσου εἰς ναῦν ἐμβιβάσασα ὅπῃ ἐβούλετο ἔπεμψε καὶ ἀποθρίξασα ἱερέα οὔτι ἑκούσιον ἠνάγκασεν εἶναι. [10] αὐτὸς δὲ δόκησιν παρεχόμενος ὅτι δὴ τῶν ποιουμένων οὐδὲν εἰδείη Πρίσκον μὲν οὐ διηρευνᾶτο ὅπῃ γῆς εἴη οὐδὲ ἐν μνήμῃ τὸ λοιπὸν εἶχεν, ἀλλὰ σιωπῇ ὥσπερ ληθάργῳ ἁλοὺς καθῆστο, τὰ μέντοι χρήματα ὀλίγων οἱ ἀπολελειμμένων [11] ἐληίσατο πάντα. ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, [p. 102] βάρβαρον μὲν γένος, εὐπρεπῆ δὲ καὶ νεανίαν, ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν, ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως ἐρῶσα, ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ̓ οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω, τὸ δὲ λοιπὸν οὐδέν τι ἀμφ̓ αὐτῷ ἔγνωμεν, οὐδέ τις αὐτὸν ἄχρι νῦν εἶδεν. [12] ἢν γάρ τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη, τοῦτο δὴ ἄρρητόν τε καὶ ἀμνημόνευτον ἅπασιν ἔμεινε, καὶ οὔτε τῷ ἐπισταμένῳ ἀγγεῖλαι τῶν τινι ἀναγκαίων ἔτι ἐξῆν οὔτε τῷ μανθάνειν βουλομένῳ πυνθάνεσθαι, κἂν πάνυ τις περίεργος ἦν. [13] τοιοῦτο γὰρ δέος ἐξ οὗ γεγόνασιν ἄνθρωποι ἐκ τυράννων οὐδενὸς γέγονεν, ἐπεὶ οὐδὲ λαθεῖν τινα τῶν προσκεκρουκότων οἷόν τε ἦν. [14] πλῆθος γὰρ κατασκόπων αὐτῇ τὰ λεγόμενα καὶ πρασσόμενα ἔν τε τῇ ἀγορᾷ καὶ ταῖς οἰκίαις ἐσήγγελλον. [15] ἡνίκα τοίνυν τοῦ παραπεπτωκότος τὴν κόλασιν ἐκφέρεσθαι οὐδαμῆ ἤθελεν, ἐποίει τάδε. [16] τὸν ἄνθρωπον μετακαλεσαμένη, ἤν τις τῶν λογίμων ἐτύγχανεν ὢν, μόνη τε αὐτὴ τῶν ὑπουργούντων τινὶ παραδοῦσα μόνῳ ἐπήγγελλεν εἰς τὰς ἐσχατιὰς αὐτὸν μετακομίσαι τῆς Ῥωμαίων ἀρχῆς. [17] καὶ ὃς ἀωρὶ τῶν νυκτῶν κατακεκαλυμμένον αὐτὸν καὶ δεθέντα εἰς τὴν ναῦν ἐμβιβάσας καὶ σὺν αὐτῷ γεγονὼς, οὗ οἱ πρὸς τῆς γυναικὸς ἐπετέτακτο, ἐνταῦθα παρεδίδου λαθραιότερον τῷ ἐς ταύτην τὴν ὑπουργίαν [p. 103] ἱκανῶς ἔχοντι, φυλάσσειν τε ὡς ἀσφαλέστατα ἐπιστείλας τὸν ἄνθρωπον καὶ ἀπειπὼν μηδενὶ φράζειν, ἕως ἂν τὸν ταλαίπωρον βασιλὶς οἰκτίζηται χρόνον πολὺν τῇ ἐνταῦθα κακοπαθείᾳ δυσθανατήσας τε καὶ καταμαρανθεὶς τελευτῄσειεν, ἀπηλλάσσετο. [18] Καὶ Βασιανὸν δέ τινα Πράσινον, οὐκ ἀφανῆ νέον ὄντα, αὐτῇ διαλοιδορησάμενον δἰ ὀργῆς ἔσχε. διὸ δὴ Βασιανὸς ῾οὐ γὰρ ἀνήκοος ταύτης δὴ τῆς ὀργῆς ἐγεγόνεἰ ἐς τοῦ ἀρχαγγέλου τὸν νεὼν φεύγει. [19] δέ οἱ ἐπέστησεν αὐτίκα τὴν τῷ δήμῳ ἐφεστῶσαν ἀρχὴν, οὐδὲν μὲν τῆς λοιδορίας ἐπικαλεῖν ἐπαγγείλασα, ὅτι δὲ παιδεραστοίη ἐπενεγκοῦσα. [20] καὶ μὲν ἀρχὴ ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον ἀναστήσασα ᾐκίζετο ἀνυποίστῳ τινὶ κολάσει, δὲ δῆμος ἅπας ἐπεὶ ἐν τοιαύταις συμφοραῖς εἶδε σῶμα ἐλευθέριόν τε καὶ ἀνειμένῃ ἄνωθεν διαίτῃ ἐντραφὲν, ἀπήλγησάν τε τὸ πάθος εὐθὺς καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅσον ἐξαιτούμενοι τὸν νεανίαν. [21] δὲ αὐτὸν ἔτι μᾶλλον κολάσασα καὶ τὸ αἰδοῖον ἀποτεμομένη διέφθειρεν ἀνεξελέγκτως, καὶ τὴν οὐσίαν ἐς τὸ δημόσιον ἀνεγράψατο. [22] οὕτως ἡνίκα ὀργῴη τὸ γύναιον τοῦτο, οὔτε ἱερὸν ὀχυρὸν ἐγεγόνει οὔτε νόμου του ἀπαγόρευσις οὔτε πόλεως ἀντιβόλησις [p. 104] ἐξελέσθαι τὸν παραπεπτωκότα ἱκανὴ ἐφαίνετο οὖσα, οὔτε ἄλλο αὐτῇ ἀπήντα τῶν πάντων οὐδέν. [23] καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δἰ ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον καὶ ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον γάμων ἀνδρείων συκοφαντεῖν ἐν σπουδῇ εἶχε. [24] δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν κατηγόρους τε καὶ μάρτυρας τῷ κεκτημένῳ ἐπέστησε. [25] τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ̓ ἐν δημοσίῳ, δικαστῶν ᾑρημένων πολλῶν τε καὶ οὐκ ἀδόξων, διὰ τὴν Διογένους δόξαν, ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς δικασταῖς οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ παιδαρίων ὄντων, Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν οἰκιδίοις καθεῖρξεν. [26] ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον αἰκισμοῖς περιῆλθεν. ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν στρέφειν τε καὶ σφίγγειν ἐκέλευε. [27] καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας χώραν ὑπώπτευεν, οὐδὲν μέντοι τῶν οὐ γεγονότων ἀναπλάσσειν ἔγνω. [28] διὸ δὴ οἱ μὲν δικασταὶ ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν, δὲ πόλις ἑορτὴν ἀπ̓ αὐτοῦ πανδημεὶ ἦγεν. [p. 105]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: