previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

21.

περὶ δὲ γνωμολογίας, ῥηθέντος τί ἐστιν γνώμη μάλιστ᾽ ἂν
γένοιτο φανερὸν περὶ ποίων τε καὶ πότε καὶ τίσιν ἁρμόττει χρῆσθαι τῷ γνωμολογεῖν ἐν τοῖς λόγοις. [2] ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθ᾽ ἕκαστον, οἷον ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἷον ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί,
καὶ αἱρετὰ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστ᾽ ἐπεὶ τὸ ἐνθύμημα περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἷονχρὴ δ᾽ οὔ ποθ᾽ ὅστις ἀρτίφρων πέφυκ᾽ ἀνήρ
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς.

Eur. Med. 294-295 τοῦτο μὲν οὖν γνώμη: προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἷονχωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας,
φθόνον παρ᾽ ἀστῶν ἀλφάνουσι δυσμενῆ,

Eur. Med. 296-297
καὶ τὸοὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ,

Eur. fr. 661 καὶ τὸοὐκ ἔστιν ἀνδρῶν ὅστις ἔστ᾽ ἐλεύθερος

Eur. Hec. 864
γνώμη, πρὸς δὲ τῷ ἐχομένῳ ἐνθύμημα, “ χρημάτων γὰρ δοῦλός ἐστιν τύχης.

Eur. Hec. 865 [3]

εἰ δή ἐστιν γνώμη τὸ εἰρημένον, ἀνάγκη τέτταρα εἴδη εἶναι γνώμης: γὰρ μετ᾽ ἐπιλόγου ἔσται ἄνευ ἐπιλόγου. [4] ἀποδείξεως μὲν οὖν δεόμεναί εἰσιν ὅσαι παράδοξόν τι λέγουσιν
ἀμφισβητούμενον: ὅσαι δὲ μηδὲν παράδοξον, ἄνευ ἐπιλόγου. [5] τούτων δ᾽ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἷονἀνδρὶ δ᾽ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ᾽ ἐμὶν δοκεῖ

” (φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω), τὰς δ᾽ ἅμα λεγομένας
δήλας εἶναι ἐπιβλέψασιν, οἷονοὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.

Eur. Tro. 1051 [6]

τῶν δὲ μετ᾽ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερχρὴ δ᾽ οὔ ποθ᾽ ὅστις ἀρτίφρων,

Eur. Med. 294
αἱ δ᾽ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος: αἵπερ καὶ μάλιστ᾽ εὐδοκιμοῦσιν. εἰσὶν δ᾽ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἷον ἐν τῷἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν:

τὸ μὲν γὰρ φάναιμὴ δεῖν φυλάττεινγνώμη, τὸ δὲ προσκείμενον
θνητὸν ὄντατὸ διὰ τί. ὁμοίως δὲ καὶθνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

[7]

φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει: περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλ᾽ προθέντα τὸν
ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματιοἷον εἴ τις εἴποιἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτ᾽ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι”), τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν: περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα. [8] ἁρμόττει δ᾽ ἐν τοῖς τοιούτοις
καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη,
οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾁδωσιν. [9]

ἁρμόττει δὲ γνωμολογεῖν ἡλικίᾳ μὲν πρεσβυτέρων, περὶ δὲ τούτων ὧν ἔμπειρός τίς ἐστιν, ὥστε τὸ μὲν μὴ τηλικοῦτον ὄντα γνωμολογεῖν
ἀπρεπὲς ὥσπερ καὶ τὸ μυθολογεῖν, περὶ δὲ ὧν ἄπειρος, ἠλίθιον καὶ ἀπαίδευτον. σημεῖον δὲ ἱκανόν: οἱ γὰρ ἀγροῖκοι μάλιστα γνωμοτύποι εἰσὶ καὶ ῥᾳδίως ἀποφαίνονται. [10]

καθόλου δὲ μὴ ὄντος καθόλου εἰπεῖν μάλιστα ἁρμόττει ἐν σχετλιασμῷ καὶ δεινώσει, καὶ ἐν τούτοις ἀρχόμενον
ἀποδείξαντα. [11] χρῆσθαι δὲ δεῖ καὶ ταῖς τεθρυλημέναις καὶ κοιναῖς γνώμαις, ἐὰν ὦσι χρήσιμοι: διὰ γὰρ τὸ εἶναι κοιναί, ὡς ὁμολογούντων πάντων, ὀρθῶς ἔχειν δοκοῦσιν, οἷον παρακαλοῦντι ἐπὶ τὸ κινδυνεύειν μὴ θυσαμένουςεἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης,

Hom. Il. 12.243
καὶ ἐπὶ τὸ ἥττους ὄνταςξυνὸς Ἐνυάλιος,

Hom. Il. 18.309 καὶ ἐπὶ τὸ ἀναιρεῖν τῶν ἐχθρῶν τὰ τέκνα καὶ μηδὲν ἀδικοῦντανήπιος ὃς πατέρα κτείνας παῖδας καταλείπει.

[12]

ἔτι ἔνιαι τῶν παροιμιῶν καὶ γνῶμαί εἰσιν, οἷον παροιμία
Ἀττικὸς πάροικος”. [13] δεῖ δὲ τὰς γνώμας λέγειν καὶ παρὰ τὰ δεδημοσιευμέναλέγω δὲ δεδημοσιευμένα οἷον τὸγνῶθι σαυτὸνκαὶ τὸμηδὲν ἄγαν”), ὅταν τὸ ἦθος φαίνεσθαι μέλλῃ βέλτιον παθητικῶς εἰρημένη. ἔστι δὲ παθητικὴ μὲν οἷον εἴ τις ὀργιζόμενος φαίη ψεῦδος εἶναι ὡς δεῖ γιγνώσκειν αὑτόν:
οὗτος γοῦν εἰ ἐγίγνωσκεν ἑαυτόν, οὐκ ἄν ποτε στρατηγεῖν ἠξίωσε: τὸ δὲ ἦθος βέλτιον, ὅτι οὐ δεῖ, ὥσπερ φασίν, φιλεῖν ὡς μισήσοντας, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντας. [14] δεῖ δὲ τῇ λέξει τὴν προαίρεσιν συνδηλοῦν, εἰ δὲ μή, τὴν αἰτίαν ἐπιλέγειν, οἷον οὕτως εἰπόντα, ὅτιδεῖ δὲ φιλεῖν οὐχ ὥσπερ φασίν,
ἀλλ᾽ ὡς ἀεὶ φιλήσοντα: ἐπιβούλου γὰρ θάτερον”, ὧδε, “οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον: δεῖ γὰρ τὸν ἀληθινὸν φίλον ὡς φιλήσοντα ἀεὶ φιλεῖν”, καὶοὐδὲ τὸ μηδὲν ἄγαν: δεῖ γὰρ τούς γε κακοὺς ἄγαν μισεῖν”. [15]

ἔχουσι δ᾽ εἰς τοὺς λόγους βοήθειαν μεγάλην μίαν μὲν διὰ τὴν φορτικότητα τῶν ἀκροατῶν: χαίρουσι γὰρ ἐάν τις καθόλου λέγων ἐπιτύχῃ τῶν δοξῶν ἃς ἐκεῖνοι κατὰ μέρος ἔχουσιν. δὲ λέγω δῆλον ἔσται ὧδε, ἅμα δὲ καὶ πῶς δεῖ αὐτὰς θηρεύειν.
μὲν γὰρ γνώμη, ὥσπερ εἴρηται, ἀπόφανσις καθόλου ἐστίν, χαίρουσι δὲ καθόλου λεγομένου κατὰ μέρος προϋπολαμβάνοντες τυγχάνουσι: οἷον εἴ τις γείτοσι τύχοι κεχρημένος τέκνοις φαύλοις, ἀποδέξαιτ᾽ ἂν τοῦ εἰπόντος ὅτι οὐδὲν γειτονίας χαλεπώτερον ὅτι οὐδὲν ἠλιθιώτερον τεκνοποιίας,
ὥστε δεῖ στοχάζεσθαι ποῖα τυγχάνουσι προϋπολαμβάνοντες, εἶθ᾽ οὕτως περὶ τούτων καθόλου λέγειν. [16] ταύτην τε δὴ ἔχει μίαν χρῆσιν τὸ γνωμολογεῖν, καὶ ἑτέραν κρείττω: ἠθικοὺς γὰρ ποιεῖ τοὺς λόγους. ἦθος δὲ ἔχουσιν οἱ λόγοι ἐν ὅσοις δήλη προαίρεσις: αἱ δὲ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν διὰ τὸ
ἀποφαίνεσθαι τὸν τὴν γνώμην λέγοντα καθόλου περὶ τῶν προαιρέσεων, ὥστε, ἂν χρησταὶ ὦσιν αἱ γνῶμαι, καὶ χρηστοήθη φαίνεσθαι ποιοῦσι τὸν λέγοντα.

περὶ μὲν οὖν γνώμης, καὶ τί ἐστι καὶ πόσα εἴδη ταύτης καὶ πῶς χρηστέον αὐτῇ καὶ τίνα ὠφέλειαν ἔχει, εἰρήσθω ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (10 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 4
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 472
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
  • Cross-references from this page (7):
    • Euripides, Hecuba, 864
    • Euripides, Hecuba, 865
    • Euripides, Medea, 294
    • Euripides, Medea, 296
    • Euripides, Trojan Women, 1051
    • Homer, Iliad, 12.243
    • Homer, Iliad, 18.309
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: