previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δ᾽ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς: λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος
ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη,
1 ἀνδρῶν ἡβώντων 2 ἔλαφος δέ τε τετρακόρωνος
τρεῖς δ᾽ ἐλάφους κόραξ γηράσκεται αὐτὰρ φοίνιξ
ἐννέα τοὺς κόρακας: δέκα δ᾽ ἡμεῖς τοὺς φοίνικας 3
νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.
τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δ᾽ οὐδὲ 4 Πίνδαρος 5 εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν
ἰσοδένδρου τέκμωρ 6 αἰῶνος λαχοίσας, 7
διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας.’ ἔτι δ᾽ αὐτοῦ [p. 84] λέγοντος, Δημήτριος ὑπολαβώνπῶςἔφηλέγεις, Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρἡβῶντοςοὔτεγηρῶντος,’ 8 ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλ᾽ οἱ μὲνἡβώντων9 ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθ᾽ Ἡράκλειτον, 10 ἐν χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον γεννήσας. οἱ δὲγηρώντωνπάλιν οὐχἡβώντωνγράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ : τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας,
αἵ τ᾽ ἄλσεα καλὰ νέμονται
11 καὶ πηγὰς ποταμῶν καὶ πίσεα 12 ποιήεντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: