previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

63. κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν: ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν. ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθ᾽ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους. [2] ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιθεμένων τῷ χάρακι. ἐπεγενήθη δὲ καὶ νόσος, πάντων αὐτοῖς αἰτία κακῶν κατέστη: περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς. [3]

Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καθεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους. ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ θάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δ᾽ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός: εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσθαι τὴν πολιορκίαν. [4] ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίζωσιν. Πολύξενος δὲ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήθη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: