previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός
καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ᾽ εἰσορῶ
σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.

Ἄγγελος
ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
εὕροιμ᾽ ἄν, γυναῖκες; εἴπερ ἴστε μοι
1155σημήνατ᾽: ἆρα τῶνδε δωμάτων ἔσω;

Χορός
ὅδ᾽ αὐτὸς ἔξω δωμάτων πορεύεται.

Ἄγγελος
Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
σοὶ καὶ πολίταις οἵ τ᾽ Ἀθηναίων πόλιν
ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.

Θησεύς
1160τί δ᾽ ἔστι; μῶν τις συμφορὰ νεωτέρα
δισσὰς κατείληφ᾽ ἀστυγείτονας πόλεις;

Ἄγγελος
Ἱππόλυτος οὐκέτ᾽ ἔστιν, ὡς εἰπεῖν ἔπος:
δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.

Θησεύς
πρὸς τοῦ; δι᾽ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,
1165ὅτου κατῄσχυν᾽ ἄλοχον ὡς πατρὸς βίᾳ;

Ἄγγελος
οἰκεῖος αὐτὸν ὤλεσ᾽ ἁρμάτων ὄχος
ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ
πόντου κρέοντι παιδὸς ἠράσω πέρι.

Θησεύς
θεοί. Πόσειδον, ὡς ἄρ᾽ ἦσθ᾽ ἐμὸς πατὴρ
1170ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
πῶς καὶ διώλετ᾽; εἰπέ, τῷ τρόπῳ Δίκης
ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ᾽ ἐμέ;

Ἄγγελος

Ἄγγελος
ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
1175κλαίοντες: ἦλθε γάρ τις ἄγγελος λέγων
ὡς οὐκέτ᾽ ἐν γῇ τῇδ᾽ ἀναστρέψοι πόδα
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
δ᾽ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
ἡμῖν ἐπ᾽ ἀκτάς, μυρία δ᾽ ὀπισθόπους
1180φίλων ἅμ᾽ ἔστειχ᾽ ἡλίκων <θ᾽> ὁμήγυρις.
χρόνῳ δὲ δήποτ᾽ εἶπ᾽ ἀπαλλαχθεὶς γόων:
Τί ταῦτ᾽ ἀλύω; πειστέον πατρὸς λόγοις.
ἐντύναθ᾽ ἵππους ἅρμασι ζυγηφόρους,
δμῶες, πόλις γὰρ οὐκέτ᾽ ἔστιν ἥδε μοι.
1185

τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
καὶ θᾶσσον λέγοι τις ἐξηρτυμένας
πώλους παρ᾽ αὐτὸν δεσπότην ἐστήσαμεν.
μάρπτει δὲ χερσὶν ἡνίας ἀπ᾽ ἄντυγος,
αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
1190καὶ πρῶτα μὲν θεοῖς εἶπ᾽ ἀναπτύξας χέρας:
Ζεῦ, μηκέτ᾽ εἴην εἰ κακὸς πέφυκ᾽ ἀνήρ:
αἴσθοιτο δ᾽ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
ἤτοι θανόντας φάος δεδορκότας.

κἀν τῷδ᾽ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
1195πώλοις ἁμαρτῇ: πρόσπολοι δ᾽ ὑφ᾽ ἅρματος
πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: