previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Φαίδρα
δύστηνος ἐγώ, τί ποτ᾽ εἰργασάμην;
240ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
φεῦ φεῦ, τλήμων.
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
245κρύπτε: κατ᾽ ὄσσων δάκρυ μοι βαίνει,
καὶ ἐπ᾽ αἰσχύνην ὄμμα τέτραπται.
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ,
τὸ δὲ μαινόμενον κακόν: ἀλλὰ κρατεῖ
μὴ γιγνώσκοντ᾽ ἀπολέσθαι.

Τροφός
250 κρύπτω: τὸ δ᾽ ἐμὸν πότε δὴ θάνατος
σῶμα καλύψει;
πολλὰ διδάσκει μ᾽ πολὺς βίοτος:
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
255καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
εὔλυτα δ᾽ εἶναι στέργηθρα φρενῶν
ἀπό τ᾽ ὤσασθαι καὶ ξυντεῖναι.
τὸ δ᾽ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
260τῆσδ᾽ ὑπεραλγῶ.
βιότου δ᾽ ἀτρεκεῖς ἐπιτηδεύσεις
φασὶ σφάλλειν πλέον τέρπειν
τῇ θ᾽ ὑγιείᾳ μᾶλλον πολεμεῖν:
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
265τοῦ μηδὲν ἄγαν:
καὶ ξυμφήσουσι σοφοί μοι.


load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: