previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων: ἐφεξῆς [p. 143] δὲ τὸ τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ ἐτόλμησε τῆς Πηλιάδος; θιγεῖν ἀλλ᾽ ἀφῆκεν, οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα φιλίας
βριθὺ μέγα στιβαρὸν
1
καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ κολακεύουσιν ἐσκυθρωπακότες καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον 2 οὐ στιβαρὸν κομίζων οὐδ᾽ ἰσχυρὸν ἀλλὰ χαῦνόν 3 τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος παρρησίαν φανεῖσθαι πειρωμένοις 4 μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις δρῶσαν, δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον ὥσπερ κίβδηλος αὕτη παρρησία κενὸν ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται τὸν καταφερόμενον εἰς αὐτήν. μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ παρρησία τοῖς: ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ κηδεμονικὸν τὸ [p. 144] λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνουσα καὶ καθαίρουσα, τἄλλα δ᾽ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς ἴδιος ἔσται λόγος. δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς εἶναι καὶ περισπερχὴς καὶ ἀπαραίτητος ἐν τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ σεμνῦναι τῶν ἐκτὸς ἀλλ᾽ ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους παροξύνειν, θηρώμενος μισοπονηρίας δόξαν, ὡς οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδ᾽ εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ μικρὰ καὶ τὰ ἐκτὸς ἐλλείμματα δεινὸς ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα κουρᾶς ἀμπεχόνης κυνός τινος ἵππου μὴ κατ᾽ ἀξίαν ἐπιμελόμενον: 5 γονέων δὲ ὀλιγωρία καὶ παίδων ἀμέλεια καὶ ἀτιμία γαμετῆς καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς αὐτόν, ἀλλ᾽ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ στλεγγίδος, γραμματικὸς ἐπιπλήττων παιδὶ περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν ἀκούειν. τοιοῦτος γὰρ κόλαξ, οἷος ῥήτορος; φαύλου καὶ καταγελάστου μηδὲν εἰπεῖν πρὸς τὸν [p. 145] λόγον, ἀλλὰ περὶ τῆς φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει ψυχροποτῶν, καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν ἀπέτεινον ὠμότητι δὲ χρωμένου καὶ ὕβρει καὶ τυμπανίζοντος 6 καὶ τελοῦντος 7 οὐδεὶς ἐνέστη τῶν τοσούτων. ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος; ἰατρικῷ σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδ᾽ ἀλγοῦντα προσφέρουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: