previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἢδη: καὶ γὰρ ἐν ταύταις πολλὴν ἀπεργάζεται σύγχυσιν καὶ ἀσάφειαν κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. μὲν γὰρ τοῦ φίλου τρόπος ὥσπερ τῆς ἀληθείας μῦθος ἁπλοῦς ἐστι κατ᾽ Εὐριπίδην 1 καὶ ἀφελὴς καὶ ἄπλαστος, δὲ τοῦ κόλακος ὄντως
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν
καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν ταῖς ἀπαντήσεσιν μὲν φίλος ἔστιν ὅτε μήτ᾽ εἰπὼν μήτ᾽ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι καὶ δεξάμενος παρῆλθεν, δὲ κόλαξ τρέχει καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν 2 προσαγορευθῇ πρότερον ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ [p. 151] πολυπραγμονοῦντες οὐδέν, οὐδ᾽ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλ᾽ ἐκεῖνος ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δ᾽ ὅλως ἐξαθυμῶν καὶ ποτνιώμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: