previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ σώφρονος ἀλλ᾽ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν δεομένων. 1 οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί,
2
κόλακος δὲ ταύτην
αὔδα τι φρονέεις
3
καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν
ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,
4 ἂν μὴ ποιήσω πέπονα μαστιγῶν 5 ὅλον,
ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον
τὸ πρόσωπον
ἔπειτα τῶν μὲν φίλων οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται 6 σύμβουλος πρότερον, ἀλλ᾽ ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον τὸ συμφέρον δὲ κόλαξ, κἂν ἀποδῷ τις αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ [p. 152] πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν. 7 οὐδεὶς γάρ ἐστι ῥᾳδίως πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν
ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται,
8 πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ
φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ,
ἀλλ᾽ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων θεάτρου συνεπικροτοῦντος. ὅθεν μὲν τραγικὴ Μερόπη παραινεῖ
φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις
9 κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ
τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης,
οἱ δὲ τοὐναντίον δρῶσι, ‘ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοιςἀλλ᾽ ἀντιβαίνοντας ὑπὲρ τοῦ συμφέροντος ἀφοσιοῦνται, ‘ τοὺς δὲ πρὸς χάριν πονηροὺςκαὶ ἀνελευθέρους καὶ γόητας οὐ μόνονκλῄθρων καὶ στέγηςἐντὸς ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. ὧν μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδ᾽ ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλ᾽ ὑπουργὸς καὶ διάκονος, δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δ᾽ οὐδέν: ἂν δ᾽ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, ‘ Ἡράκλεις, ἔφθης μεφησὶμικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο λέγειν ἔμελλονὡς γὰρ οἱ μαθηματικοὶ τὰς [p. 153] ἐπιφανείας καὶ τὰς γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθ᾽ ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν ὧν πέρατὰ εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. μὲν γὰρ παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν διαλυσάμενος, ἀγνοοῦντος ἐπιμεληθείς τοιοῦτος Ἀρκεσίλαος περί τε τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίονἐνταῦθα μένεἶπενοὐδὲν τὰ Ἐμπεδοκλέους 10 στοιχεῖα ταυτὶ
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος
ἀλλ᾽ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,’ ἅμα δὲ διακινῶν τὸ προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. ὡς οὖν διακονοῦσα πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνοςἈρκεσιλάουεἶπετοῦτο τὸ κλέμμακαὶ μὴν ἐοικότα γε τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν Ἀρκεσιλάου γνώριμος ἀπ᾽ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν [p. 154] ἄλλων φίλων παρειστήκει. τοῦ δὲ: κατηγόρου τὸν δακτύλιον αἰτήσαντος, μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δ᾽᾽ Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ἔλεγχος ἐν ἐκείνῳ. μετὰ δὲ τὴν ἀπόφασιν τοῦ Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ λανθάνοντας, αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ ποιεῖν φύσιν ἔχοντας; ἣδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει δίκαιον οὐδ᾽ ἀληθινὸν οὐδ᾽ ἁπλοῦν οὐδ᾽:' ἐλευθέριον, ἀλλ᾽ ἱδρῶτα καὶ κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου. ποιοῦσαν ἔμφασιν καὶ δόκησιν ἐπιπόνου χρείας καὶ κατεσπευσμένης, ὥσπερ ζῳγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς ἐπ᾽ αὐτῷ καὶ φροντίδας, εἶτ᾽ ἀπεχθείας πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστ᾽ εἰπεῖν οὐκ ἄξια ταῦτ᾽ ἐκείνων: πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις ἐπαχθὴς καὶ ἄχαρις: καὶ οὐκ ἀνεκτὴ , ταῖς; δὲ: τῶν κολάκων οὐχ ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ ἐπονείδιστον καὶ δυσωποῦν. δὲ φίλος, ἂν 11 εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, περὶ αὑτοῦ δ᾽ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις σῖτον πέμψαντες, ὡς ἐθαύμαζον [p. 155] ἐκεῖνοι τὴν χάριν, ‘οὐδὲνἔφασανμέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων:ν ταῦτ᾽ ἠθροίσαμεν ’ . οὐ γὰρ μόνον ἐλευθέριος τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι νομίζουσιν.

1 τῶν δεομένων] τοῦ δέοντος Meziriacus

2 Homer. Ξ 196. Σ 427 ε 90

3 id. Ξ 195. Σ 426. ε 89

4 Meinek. IV p. 669

5 μαστιγῶν] μαστίγου μ᾽ Madvigius

6 γεγένηται Pflugkius: γένηται vel γίγνεται

7 τὴν ἐπιθυμίαν Pflugkius: τῇ ἐπιθυμίᾳ

8 Nauck. p. 386

9 id. p. 373

10 Εμπεδοκλέους] Mullach. vol. 1 p. 3

11 ἂν H: κἂν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: