previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ σκῶμμα καὶ βωμολοχίαν ἡδύσματα πονηρὰ τῆς παρρησίας ἀφαιρῶμεν. ὥσπερ γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν ἀπεῖναι τῆς χειρός, οὕτως παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ ἀστεῖον, ἂν χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία καὶ ὕβρις προσοῦσα πάνυ 1 διαφθείρει καὶ ἀπόλλυσιν. ὃθεν μὲν ψάλτης οὐκ ἀπιθάνως οὐδ᾽ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ κρουμάτων διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼνμὴ γένοιτὸ σοι οὕτως βασιλεῦ κακῶς, ἵν᾽ ἐμοῦ ταῦτα σὺ 2 βέλτιον εἰδῇς. ’ Ἐπίχαρμος δ᾽ οὐκ ὀρθῶς, τοῦ [p. 164] Ἱέρωνος ἀνελόντος ἐνίους τῶν συνήθων καὶ μεθ᾽ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον αὐτόν, ‘ἀλλὰ πρῴηνἔφηθύων τοὺς φίλους οὐκ ἐκάλεσαςκακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως οὔσης καὶ λόγουποῖος χαλκὸς ἄριστος, ‘’ ἐκεῖνοςεἶπεν, ‘ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας.’ οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλ᾽ ἔστι κακοηθείᾳ καὶ ὕβρει μεμιγμένης; ἀκρασίας μετ᾽ ἔχθρας τὸ τοιοῦτον εἶδος, χρώμενοι προσαπολλύουσιν αὑτούς, τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, ἐλευθέρᾳ μὲν οὐδέποτε φωνῇ χρησάμενος, ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδ᾽ ἡντινοῦν σπουδὴν
ἀλλ᾽ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν
3
αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον αὐστηρὰ 4 καὶ πολιτικὰ 5 πεποίητο: 6 συμμεμιγμένον δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, χρήσιμον δὲ τοῖς ἀκούουσιν οὐδὲν ἀπὸ τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα τοῖς φίλοις: δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δ᾽ [p. 165] ὑπὲρ μειζόνων , καὶ πάθει καὶ σχήματι καὶ τόνῳ φωνῆς λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός δὲ καιρὸς ἐν παντὶ μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ χρήσιμον. ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ μέθῃ τὸ τοιοῦτο φυλακτέον, εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος κινῶν ἐν παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ 7 θεῷ καὶλύοντι τὸ τῶν δυσφόρων 8 σκύνιον 9 μεριμνᾶν10 κατὰ Πίνδαρον.11 ἔχει δὲ καὶ κίνδυνον ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ εἰσιν αἱ ψυχαὶ πρὸς; ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις μέθη παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον οὐδὲ θαρραλέον ἀλλ᾽ ἄνανδρον ἐν τῷ νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: