previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτ᾽ ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, ἀλλ᾽ ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς καὶ ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων αὑτῶν δ᾽ ἀσθένειαν, [p. 166] οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ 1 λέγοντι
ὅταν δ᾽ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ὅτι δεῖ μάλιστα παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι καὶ τὸ ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν: οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους καὶ σαλευομένους. ὅταν δ᾽ δαὶμων καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλ᾽ ὡς ἀληθῶς ἐν ταῖς τοιαύταις μεταβολαῖς
εἰς ὄμματ᾽ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ
2
παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ πρόσωπον Ξενοφῶν 3 ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδ᾽ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν δὲ τῇ λύπῃ προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδ᾽ ἄγριος παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι δ᾽ ἀργίαν καὶ ἀγυμνασίαν [p. 167] καὶ λουτρὰ συνεχῆ καὶ πλησμονὰς ἀκαίρους: νοσοῦντι δ᾽ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας; καὶ δι᾽ ὄψα καὶ γυναῖκας. τῆς ἀκαιρίας, ἄνθρωπε: διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον σκαμώνιον ὑπὸ τῶν ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, ἀλλ᾽ ἐπιεικείας δεῖται καὶ βοηθείας. καὶ γὰρ αἱ τίτθαι τοῖς παιδίοις πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλ᾽ ἤγειραν καὶ περιέπλυναν καὶ κατέστειλαν, εἶθ᾽ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ καὶ Δημήτριος Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας ἀδοξῶν καὶ ταπεινὰ πράττων διῆγεν, οὐχ ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς προσδεχόμενος: ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος περὶ φυγῆς ὡς οὐδὲν ἔχοι κακὸν οὐδ᾽ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ ἀναθαρρήσας; πρὸς τοὺς φίλους εἶπεφεῦ τῶν πράξεων ἐκείνων καὶ ἀσχολιῶν δι᾽ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν
λυπουμένῳ 4 γὰρ 5 μῦθος εὐμενὴς φίλων,
ἄγαν δὲ μωραίνοντι νουθετήματα.
Οὗτος τρόπος τῶν γενναίων φίλων: οἱ δ᾽ ἀγεννεῖς καὶ ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, ‘ὥσπερ τὰ [p. 168] ῥήγματα καὶ τὰ σπάσματάφησι Δημοσθένηςὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε κινεῖσθαι,’ καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν οἷς δι᾽ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, ἱκανόν ἐστι τὸ
οὔ τι καθ᾽ ἡμέτερόν γε νόον: μάλα γάρ τοι ἔγωγε
6 πόλλ᾽ ἀπεμυθεόμην

1 Εὐριπίδῃ Or. 667

2 Eurip. Ion 732

3 Ξενοφῶν] Anab. II 6, 11

4 λυπουμένῳ] Nauck. p. 524

5 γὰρ] μὲν H

6 Homer. I 108

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: