previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδ᾽ ὁμολογοῦντα κολακεύειν, ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδ᾽ ἁλίσκεται σκιὰν καταμετρῶν ἐπὶ 1 δεῖπνον, οὐδ᾽ ἔρριπται μεθυσθεὶς; ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ καὶ πολυπραγμονεῖ καὶ πράξεων μετέχειν οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ Πλάτων 2 φησὶνἐσχάτης ἀδικίας εἶναι δοκεῖν δίκαιον μὴ ὄντα,’ καὶ κολακείαν ἡγητέον χαλεπὴν τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν ἀληθινὴν φιλίαν ἀπιστίας, [p. 123] συνεμπίπτουσαν αὐτῇ πολλάκις, ἂν μὴ προσέχωμεν. μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν ὠθεῖν καὶ δι᾽ ἀμφοτέρων: ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸἐρρέτω 3 φίλος σὺν ἐχθρῷ,’ διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ συμπεπλεγμένον ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως τῷ κακῷ τὸ χρήσιμον συνεκβάλωμεν φειδόμενοι τοῦ οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν στενοτέρων πόρων συνεκπίπτει διὰ τῶν ἀραιῶν, οὕτως κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.

1 ἐπι] τὴν ἐπὶ τὸ H

2 Πλάτων] Rep. p. 361 a

3 ἐρρέτω] Nauck. p. 696

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: