Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[432β]
πάνυ μοι, ἔφη, συνδοκεῖ.εἶεν, ἦν δ᾽ ἐγώ: τὰ μὲν τρία ἡμῖν ἐν τῇ πόλει κατῶπται, ὥς γε οὑτωσὶ δόξαι: τὸ δὲ δὴ λοιπὸν εἶδος, δι᾽ ὃ ἂν ἔτι ἀρετῆς μετέχοι πόλις, τί ποτ᾽ ἂν εἴη; δῆλον γὰρ ὅτι τοῦτ᾽ ἐστὶν ἡ δικαιοσύνη.δῆλον.οὐκοῦν, ὦ Γλαύκων, νῦν δὴ ἡμᾶς δεῖ ὥσπερ κυνηγέτας τινὰς θάμνον κύκλῳ περιίστασθαι προσέχοντας τὸν νοῦν, μή πῃ διαφύγῃ ἡ δικαιοσύνη καὶ ἀφανισθεῖσα ἄδηλος γένηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.