Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[504ξ]
ἀλλ᾽, ὦ φίλε, ἦν δ᾽ ἐγώ, μέτρον τῶν τοιούτων ἀπολεῖπον καὶ ὁτιοῦν τοῦ ὄντος οὐ πάνυ μετρίως γίγνεται: ἀτελὲς γὰρ οὐδὲν οὐδενὸς μέτρον. δοκεῖ δ᾽ ἐνίοτέ τισιν ἱκανῶς ἤδη ἔχειν καὶ οὐδὲν δεῖν περαιτέρω ζητεῖν.καὶ μάλ᾽, ἔφη, συχνοὶ πάσχουσιν αὐτὸ διὰ ῥᾳθυμίαν.τούτου δέ γε, ἦν δ᾽ ἐγώ, τοῦ παθήματος ἥκιστα προσδεῖ φύλακι πόλεώς τε καὶ νόμων.εἰκός, ἦ δ᾽ ὅς.τὴν μακροτέραν τοίνυν, ὦ ἑταῖρε, ἔφην, περιιτέον τῷ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.