next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Σιδὼν ἐπὶ θαλάττῃ πόλις, Ἀσσυρίων θάλασσα, μήτηρ Φοινίκων πόλις, Θηβαίων δῆμος πατήρ: δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος. Ἧι γὰρ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος ἐς τὸ προκόλπιον. [2] Ἐνταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ: Ἀστάρτην αὐτὴν οἱ Σιδώνιοι καλοῦσι. Περιϊὼν οὖν καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα, ὁρῶ γραφὴν ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης γραφή, Φοινίκων θάλασσα, Σιδῶνος γῆ. [3] Ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων: ἐν τῇ θαλάττῃ ταῦρος ἐνήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκάθητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. Ἐκόμα πολλοῖς ἄνθεσιν λειμών, δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν: συνεχῆ τὰ δένδρα, συνηρεφῆ τὰ πέταλα: συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος τῶν φύλλων συμπλοκή. [4] Ἔγραψεν τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ἥλιος ἠρέμα τοῦ λειμῶνος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν γραφεύς. [p. 38] [5] Ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή, εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος λειμὼν ἐκάθητο: αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στοιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μύρριναι: ὕδωρ δὲ κατὰ μέσον ἔρρει τοῦ λειμῶνος, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον. [6] Ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. Ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν τεχνίτης. [7] Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου: στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι: κόμαι κατὰ τῶν ὤμων λελυμέναι: τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα: τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν: [8] τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. Ἐπέβαινον ἄκρας τῆς θαλάττης, ὅσον μικρὸν ὑπεράνω τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα: ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ τῇ θαλάττῃ προσελθεῖν. Τῆς δὲ θαλάττης χρόα διπλῆ: τὸ μὲν γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος. [9] Ἀφρὸς δὲ ἐπεποίητο καὶ πέτραι καὶ κύματα: αἱ πέτραι τῆς γῆς ὑπερβεβλημέναι, ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάττῃ ἐγέγραπτο τοῖς κύμασιν [p. 39] ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος. [10] Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ: καὶ γὰρ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς: τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος: λευκὸς χιτών, χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο. [11] Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή: τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες: συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον χιτών. [12] Αἱ χεῖρες ἄμφω διετέταντο, μὲν ἐπὶ κέρας, δὲ ἐπ̓ οὐράν: ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος: καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη. [13] Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες: εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε τὸν βοῦν: Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο τὴν φαρέτραν, ἐκράτει τὸ πῦρ: ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δἰ αὐτὸν γέγονε βοῦς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: