Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ ‘οἷον’ εἶπον ‘ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.’ Ταῦτά μου λέγοντος [p. 40] νεανίσκος καὶ αὐτὸς παρεστὼς ‘ἐγὼ ταῦτ̓ ἂν ἐδείκνυν’ [2] ἔφη ‘τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.’ ‘Καὶ τί πέπονθας’ εἶπον, ‘ὦγαθέ; καὶ γὰρ ὁρῶ σε τὴν ὄψιν οὐ μακρὰν ὄντα τῆς τοῦ θεοῦ τελετῆς.’ ‘Σμῆνος ἀνεγείρεις’ εἶπε ‘λόγων: τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.’ ‘Μὴ κατοκνήσῃς, ὦ βέλτιστε’ ἔφην, ‘πρὸς τοῦ Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, [3] εἰ καὶ μύθοις ἔοικε.’ Καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. Καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζήλου καὶ αὐτὸς παρακαθισάμενος ‘ὥρα μοι’ ἔφην ‘τῆς τῶν λόγων ἀκροάσεως: πάντως δ̓ ὁ τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρωτικῶν.’