previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μόνον γὰρ γραμμὴν διαπορεύεται, ἀλλὰ καὶ ἐν τόπῳ οὖσαν, ἐν ἑτέρῳ δ᾽ αὕτη ἐκείνης. δι᾽ ἀκριβείας μὲν οὖν περὶ κινήσεως ἐν ἄλλοις εἴρηται, ἔοικε δ᾽ οὐκ ἐν ἅπαντι χρόνῳ τελεία εἶναι, ἀλλ᾽ αἱ πολλαὶ ἀτελεῖς καὶ διαφέρουσαι τῷ εἴδει, εἴπερ τὸ πόθεν ποῖ εἰδοποιόν. τῆς ἡδονῆς δ᾽ ἐν ὁτῳοῦν χρόνῳ τέλειον τὸ εἶδος. δῆλον οὖν ὡς ἕτεραί τ᾽ ἂν εἶεν ἀλλήλων, καὶ τῶν ὅλων τι καὶ τελείων ἡδονή. δόξειε δ᾽ ἂν τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέχεσθαι κινεῖσθαι μὴ ἐν χρόνῳ, ἥδεσθαι δέ: τὸ γὰρ ἐν τῷ νῦν ὅλον τι. ἐκ τούτων δὲ δῆλον καὶ ὅτι οὐ καλῶς λέγουσι κίνησιν γένεσιν εἶναι τὴν ἡδονήν. οὐ γὰρ πάντων ταῦτα λέγεται, ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων: οὐδὲ γὰρ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος, οὐδὲ τούτων οὐθὲν κίνησις οὐδὲ γένεσις: οὐδὲ δὴ ἡδονῆς: ὅλον γάρ τι. αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑπὸ τὴν αἴσθησιντοιοῦτον γὰρ μάλιστ᾽ εἶναι δοκεῖ τελεία ἐνέργεια: αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἐν ἐστί, μηθὲν διαφερέτω), καθ᾽ ἑκάστην δὴ βελτίστη ἐστὶν ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑπ᾽ αὐτήν. αὕτη δ᾽ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη. κατὰ πᾶσαν γὰρ αἴσθησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ᾽ τελειοτάτη, τελειοτάτη δ᾽ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑπ᾽ αὐτήν: τελειοῖ δὲ τὴν ἐνέργειαν ἡδονή. οὐ τὸν αὐτὸν δὲ τρόπον τε ἡδονὴ τελειοῖ καὶ τὸ αἰσθητόν τε καὶ αἴσθησις, σπουδαῖα ὄντα, ὥσπερ οὐδ᾽ ὑγίεια καὶ ἰατρὸς ὁμοίως αἰτία ἐστὶ τοῦ ὑγιαίνειν. καθ᾽ ἑκάστην δ᾽ αἴσθησιν ὅτι γίνεται ἡδονή, δῆλονφαμὲν γὰρ ὁράματα καὶ ἀκούσματα εἶναι ἡδέα): δῆλον δὲ καὶ ὅτι μάλιστα, ἐπειδὰν τε αἴσθησις κρατίστη καὶ πρὸς τοιοῦτον ἐνεργῇ: τοιούτων δ᾽ ὄντων τοῦ τε αἰσθητοῦ καὶ τοῦ αἰσθανομένου, ἀεὶ ἔσται ἡδονὴ ὑπάρχοντός γε τοῦ τε ποιήσοντος καὶ τοῦ πεισομένου. τελειοῖ δὲ τὴν ἐνέργειαν ἡδονὴ οὐχ ὡς ἕξις ἐνυπάρχουσα, ἀλλ᾽ ὡς ἐπιγινόμενόν τι τέλος, οἷον τοῖς ἀκμαίοις ὥρα. ἕως ἂν οὖν τό τε νοητὸν αἰσθητὸν οἷον δεῖ καὶ τὸ κρῖνον θεωροῦν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: