previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[30]

περὶ δ᾽ ἔχθρας καὶ τοῦ μισεῖν φανερὸν ὡς ἐκ τῶν ἐναντίων ἔστι θεωρεῖν. ποιητικὰ δὲ ἔχθρας ὀργή, ἐπηρεασμός, διαβολή. [31] ὀργὴ μὲν οὖν ἐστιν ἐκ τῶν πρὸς αὑτόν, ἔχθρα δὲ καὶ ἄνευ τοῦ πρὸς αὑτόν: ἂν γὰρ ὑπολαμβάνωμεν εἶναι τοιόνδε,
μισοῦμεν. καὶ μὲν ὀργὴ ἀεὶ περὶ τὰ καθ᾽ ἕκαστα, οἷον Καλλίᾳ Σωκράτει, τὸ δὲ μῖσος καὶ πρὸς τὰ γένη: τὸν γὰρ κλέπτην μισεῖ καὶ τὸν συκοφάντην ἅπας. καὶ τὸ μὲν ἰατὸν χρόνῳ, τὸ δ᾽ ἀνίατον. καὶ τὸ μὲν λύπης ἔφεσις, τὸ δὲ κακοῦ: αἴσθεσθαι γὰρ βούλεται ὀργιζόμενος, τῷ δ᾽ οὐδὲν διαφέρει.
ἔστι δὲ τὰ μὲν λυπηρὰ αἰσθητὰ πάντα, τὰ δὲ μάλιστα κακὰ ἥκιστα αἰσθητά, ἀδικία καὶ ἀφροσύνη: οὐδὲν γὰρ λυπεῖ παρουσία τῆς κακίας. καὶ τὸ μὲν μετὰ λύπης, τὸ δ᾽ οὐ μετὰ λύπης: μὲν γὰρ ὀργιζόμενος λυπεῖται, δὲ μισῶν οὔ. καὶ μὲν πολλῶν ἂν γενομένων ἐλεήσειεν, δ᾽ οὐδενός: μὲν
γὰρ ἀντιπαθεῖν βούλεται ὀργίζεται, δὲ μὴ εἶναι. [32]

φανερὸν οὖν ἐν τούτων ὅτι ἐνδέχεται ἐχθροὺς καὶ φίλους καὶ ὄντας ἀποδεικνύναι καὶ μὴ ὄντας ποιεῖν καὶ φάσκοντας διαλύειν, καὶ δι᾽ ὀργὴν δι᾽ ἔχθραν ἀμφισβητοῦντας ἐφ᾽ ὁποτέραν ἂν προαιρῆταί τις ἄγειν.
5.

ποῖα δὲ φοβοῦνται καὶ τίνας καὶ πῶς ἔχοντες, ὧδ᾽ ἔσται φανερόν. ἔστω δὴ φόβος λύπη τις ταραχὴ ἐκ φαντασίας μέλλοντος κακοῦ φθαρτικοῦ λυπηροῦ: οὐ γὰρ πάντα τὰ κακὰ φοβοῦνται, οἷον εἰ ἔσται ἄδικος βραδύς, ἀλλ᾽ ὅσα λύπας μεγάλας φθορὰς δύναται, καὶ ταῦτα ἐὰν μὴ πόρρω
ἀλλὰ σύνεγγυς φαίνηται ὥστε μέλλειν. τὰ γὰρ πόρρω σφόδρα οὐ φοβοῦνται: ἴσασι γὰρ πάντες ὅτι ἀποθανοῦνται, ἀλλ᾽ ὅτι οὐκ ἐγγύς, οὐδὲν φροντίζουσιν. [2] εἰ δὴ φόβος τοῦτ᾽ ἐστίν, ἀνάγκη τὰ τοιαῦτα φοβερὰ εἶναι ὅσα φαίνεται δύναμιν ἔχειν μεγάλην τοῦ φθείρειν βλάπτειν βλάβας εἰς λύπην μεγάλην
συντεινούσας: διὸ καὶ τὰ σημεῖα τῶν τοιούτων φοβερά: ἐγγὺς γὰρ φαίνεται τὸ φοβερόν: τοῦτο γάρ ἐστι κίνδυνος, φοβεροῦ πλησιασμός. [3]

τοιαῦτα δὲ ἔχθρα τε καὶ ὀργὴ δυναμένων ποιεῖν τιδῆλον γὰρ ὅτι βούλονται τε καὶ δύνανται, ὥστε ἐγγύς εἰσιν
τοῦ ποιεῖν), [4] καὶ ἀδικία δύναμιν ἔχουσα: τῷ προαιρεῖσθαι γὰρ ἄδικος ἄδικος. [5]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: