Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
μὴ 'θέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον ἢ σιωπῶσιν μηδενὸς λέγοντος: ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι θατέρου διαμαρτεῖν. ἢ γὰρ πεισθέντες πάντες καὶ ταὔτ᾽ ἐγνωκότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντ᾽ οὐδὲν ἂν γένοιτ᾽ ἀγαθόν, ἢ μὴ δυνηθέντος τοῦ λέγοντος διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε.