Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
περὶ τοίνυν τοῦ νόμου τοῦ διαρρήδην οὐκ ἐῶντος ἐξεῖναι μὴ ποιησαμένῃ τῇ βουλῇ τὰς τριήρεις αἰτῆσαι τὴν δωρειάν, ἄξιόν ἐστιν ἀκοῦσαι τὴν ἀπολογίαν ἣν ποιήσεται, καὶ θεωρῆσαι τὴν ἀναίδειαν τοῦ τρόπου δι᾽ ὧν ἐγχειρεῖ λέγειν. ὁ νόμος, φησίν, οὐκ ἐᾷ τὴν βουλὴν αἰτῆσαι τὴν δωρειάν, ἐὰν μὴ ποιήσηται τὰς τριήρεις: ὁμολογῶ. δοῦναι δέ γ᾽ οὐδαμοῦ, φησί, κωλύει τὸν δῆμον. ἐγὼ δ᾽, εἰ μὲν ἔδωκ᾽ αἰτούσῃ, παρὰ τὸν νόμον εἴρηκα: εἰ δὲ μὴ πεποίημαι μνείαν περὶ τῶν νεῶν ἐν ὅλῳ τῷ ψηφίσματι, ἀλλ᾽ ἕτερ᾽ ἄττα λέγω δι᾽ ἃ τὴν βουλὴν στεφανῶ, πῶς παρὰ τὸν νόμον εἴρηκα;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.