Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[145]
ἴσως δέ τισιν λογιζομένοις ὑμῶν ὅτι πρῶτον μὲν πολίτης γέγον᾽ ἅνθρωπος, εἶτα πάλιν χρυσοῖς στεφάνοις ὡς εὐεργέτης ἐστεφάνωται, θαυμάζειν ἐπελήλυθεν εἰ τὰ τηλικαῦθ᾽ οὕτως ἐξηπάτησθε ῥᾳδίως. εὖ τοίνυν ἴστ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε. καὶ δι᾽ ἅ γ᾽ εἰκότως τοῦτο πεπόνθατε, ἐγὼ πρὸς ὑμᾶς φράσω. ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ γιγνώσκοντες ὀρθῶς ὑμεῖς οὐ διὰ τέλους αὐτοῖς χρῆσθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.