Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ὅτι τὴν Καδμείαν κατέλαβον καὶ φρουρὰς εἰς τὰς πόλεις καθίστασαν, αὐτοὶ δ᾽ οὐ φύλακας εἰσπέμποντες, ἀλλὰ τῶν μὲν τὰ τείχη κατασκάπτοντες, τοὺς δ᾽ ἄρδην ἀπολλύοντες οὐδὲν οἴονται δεινὸν ποιεῖν, ἀλλ᾽ εἰς τοῦτ᾽ ἀναισχυντίας ἐληλύθασιν, ὥστε τῆς μὲν αὑτῶν σωτηρίας τοὺς συμμάχους ἅπαντας ἀξιοῦσιν ἐπιμελεῖσθαι, τῆς δὲ τῶν ἄλλων δουλείας αὑτοὺς κυρίους καθιστᾶσιν.